ἀποτόμους τινὰς καὶ κρημνώδεις ὁδούς, ἐν βαθεῖ τόπῳ τὸν βασιλέα κατασκηνώσαντα εὕρομεν ἐκεῖσε, τὴν πρώτην βουλὴν ἐπὶ κακῷ τῶν Ῥωμαίων ἀκλεῶς ἀνανεωσάμενον. διελὼν γὰρ διχῇ τὸν στρατόν, παρέδωκε τὸ ἰσχυρότερον μέρος τῷ Φιλαρέτῳ, ἀνδρὶ στρατιωτικὴν μὲν αὐχοῦντι περιοπήν, αἰσχροῦ δὲ βίου καὶ διαβεβλημένου τυγχάνοντι, καὶ τῷ ἔθνει μαχεσαμένῳ μὲν διαφόρως, ἐν δὲ τοῖς μεγίστοις καταπολεμηθέντι καὶ καταφρονηθέντι ὡς τὸ εἰκός, οὐ μὴν ἀπεχομένῳ τούτων, ἀλλ' ἐπιτρέχοντι τὴν ἡγεμονίαν διὰ φιλοκερδείας καὶ φιλοδοξίας ὑπόθεσιν. Καὶ ταῦτα μὲν τοῦτον τὸν τρόπον ἐπράχθησαν, τῶν δὲ βορειοτέρων μερῶν ὁ βασιλεὺς ἐπελάβετο δι' εὕρεσιν χιόνος καὶ ὑδάτων ψυχρῶν· ἀκρατῶς γὰρ εἴχετο τούτων, τὸ σῶμα κατὰ πολὺ διαθερμαινόμενος. διὰ ταῦτά τοι καὶ ἠναγκάσθη τὴν ὁρμὴν ἀλλαχόθεν ποιῆσαι καὶ φυλακὴν ἐπιστῆσαι, ὥσγε ᾤετο, καὶ τοῖς ἐναντίοις ἀντίπρῳρον δύναμιν. καὶ τῷ μὲν Φιλαρέτῳ πόλεμον ἔνοπλον ἐγκατέλιπεν, ἑαυτῷ δὲ καὶ τοῖς 133 συνοῦσι τὸν ἐκ τῆς δυσχωρίας οὐχ ἥττονα. διελθὼν γὰρ διὰ πολλῶν τραχινῶν καὶ δυσβάτων λόφων εἰς τοὺς λεγομένους Ἀνθίας μετὰ τῆς ὑπολειφθείσης αὐτῷ στρατιᾶς κατεκομίσθη. ἔστι δ' ὁ τόπος ἐξ ὑπωρειῶν μεγάλων ὁρῶν πεδινός τε καὶ εὔυδρος, καὶ ταῖς δυσχωρίαις ἐνειλημμένος ψυχαγωγίαν οὐχ ἥκιστα τοῖς καταίρουσιν ἐν τούτῳ ἐνίησι, ποηφόρος ἅμα καὶ σιτοφόρος τυγχάνων καὶ οἷον ὀμφαλὸς ἢ ταμιεῖον τῆς γῆς ἐκείνης καὶ πεδίον τρυφῆς. ἡμέρας οὖν ἐκεῖσε στρατοπεδευσάμενος ὁ βασιλεὺς, καὶ τὸν Ταῦρον τὸ ὄρος, τὸν παρὰ τοῖς ἐγχωρίοις καλούμενον Μούζουρον, ὑπερβὰς ἐπιπόνως εἰς τὴν Κελεσίνην χώραν κατήντησε, διαβὰς τὸ δεύτερον τὸν Εὐφράτην ποταμόν, κατὰ τοὺς ἀρκτώους πρόποδας τοῦ Ταύρου παρὰ τὸ μέρος ἐκεῖνο παραρρέοντα, καὶ διαιροῦντα τό τε ὄρος καὶ τὴν Κελεσίνην ὥσπερ μεθόριον. ἐν ταύτῃ οὖν ἡμέρας τινὰς αὐλισθέντος τοῦ στρατοπέδου, φήμη τις εἰσερρύη τὸν ὑπολειφθέντα στρατὸν εἰς τὴν τῶν Τούρκων ἀντίστασιν μάχῃ καὶ πολέμῳ κραταιῶς ἡττηθῆναι καὶ πολλοὺς ἀπολέσθαι, τοὺς δ' ὑπολοίπους περὶ τὸν Ταῦρον διασωθῆναι τὸ ὄρος, ἔγγιστά που τοῦ πολέμου γεγενημένου, καί πού τινας σποράδας εἰς τὴν παρεμβολὴν εἰσιέναι, καὶ ἄλλους οὐκ ὀλίγους ἐλπίζεσθαι. ἦν δὲ οὐ ψευδής, ὡς ἀληθίζεσθαι κἀνταῦθα τὸ Ἡσιόδειον, ὅτι φήμη δ' οὔπω πάμπαν ἀπόλλυται, ἥντινα πολλοὶ 134 λαοὶ φημίζουσι· θεὸς νύ τις ἐστὶ καὶ αὐτή. προκατειργασμένοι γὰρ ὄντες τὰς ψυχὰς οἱ Ῥωμαῖοι τῷ φόβῳ τῶν Τούρκων, ὡς τοῦ βασιλέως καὶ τοῦ λοιποῦ διερράγησαν πλήθους καὶ εἰς ὁρμὰς τῶν ἐναντίων καὶ φενακισμοὺς ἐξ ἐπιδείξεως πολεμικῶν περιέστησαν, πτοίας πλησθέντες καὶ τὰς ψυχὰς κατασεισθέντες κατόπιν τοῦ βασιλέως ἐβάδιζον, ἀφέντες τοὺς τόπους ἐκείνους ὧν τὴν φυλακὴν ἐπετράπησαν, ἕως κατὰ μικρὸν εἰς τοὺς εἰρημένους Ἀνθίας κατήντησαν· ἔνθα τῶν πολεμίων φανέντων ἐξ οὐραγίας, μηδὲν εὐγενὲς καὶ ἄξιον λόγου φρονήσαντες αἰσχρὰν τὴν φυγὴν καὶ πρὸ τοῦ ἀγωνίσματος εἵλοντο, καὶ περιχυθέντες τὸν Ταῦρον, οἳ μὲν ἐκ ποδὸς οἳ δὲ διὰ τῶν ἵππων, ἀποσκεδασθέντες εἰς τὴν Κελεσίνην κατήντησαν, τῶν πολεμίων πάσης τῆς τούτων κυριευσάντων ἀποσκευῆς καὶ τινῶν ὀλίγων, ὅσοι τῆς φυγῆς τὴν ἐπιτομωτέραν ἑαυτοῖς οὐκ ἐπραγματεύσαντο. Ταῦθ' οὕτω συμβεβηκότα πολὺν ἐνῆκαν τῷ βασιλικῷ στρατοπέδῳ καὶ αὐτῷ τῷ βασιλεῖ τὸν ἐναγώνιον θόρυβον, τὸ μὲν τῇ τῶν οἰκείων ἥττῃ σκυθρωπάσασιν οὐ μικρῶς, τὸ δὲ καὶ τὴν τῶν ἐναντίων ἐπιφορὰν προσδοκήσασιν ὡς ἂν φυσηθέντων ἐκ τῆς παλιντρόπου ταυτησὶ νίκης, καὶ δυναμένων τῷ ὑπολελειμμένῳ πλήθει δι' ἐρήμωσιν τοῦ κρατίστου μέρους ἐπιθέσθαι πρὸς πόλεμον. καὶ ἦν οὐκ ἀπὸ τρόπου τὸ προσδοκώμενον. καὶ γέγονεν ἂν τοῦτο, εἰ μὴ ὁ Ταῦρος τὸ ὄρος ἀπήντησε τούτοις ὑψηλὸς ὢν κατὰ πολὺ καὶ τραχὺς καὶ δυσ 135 διεξόδευτος καὶ κρημνώδης καὶ δυνάμενος στρατὸν διασκεδάσαι καὶ παραστῆσαι ἀσύντακτον καὶ τὰς ὁπλὰς ἐπιτρῖψαι