ἀποβεβλήκασι; Ταῦτ' ἴσως ἡμῖν ἐρεσχελήσουσιν οἱ τῷ ἐναντίῳ συνιστάμενοι δόγματι. ἱστῷ δὲ ἀράχνης ἡ ἀντίθεσις αὐτῶν ἔοικεν, ἣ καὶ τάχιστα τῇ ἐπαφῇ τοῦ λόγου περιρρυήσεται. ὁμώνυμον, ὦ λῷστε, τὸ τῆς ἀρετῆς ὄνομα· τὸ μὲν ἐνεργούμενον, τὸ δ' οἷον ὑποκείμενον. οἷόν τι λέγω· φύσει ψυχρὰ ἡ χιὼν καὶ θερμὸν τὸ πῦρ, ἑκάτερόν τε αὐτῶν τὸ μὲν ψύχει, τὸ δὲ θερμαίνει, ἐνεργοῦν ἕκαστον τὴν οἰκείαν δύναμιν. σὺ οὖν ὁ λέγων φύσει ψυχρὰν τὴν χιόνα, ποτέρῳ τὸ φύσει ψυχρὸν διορίζῃ, τῷ συμπεφυκέναι τῷ ταύτης σώματι ἢ τῷ ψύχειν τὸ προσπελάζον; εὔδηλον ὅτι τῷ συμπεφυκέναι· οὐδὲ γὰρ ἐκ τῶν ἐνεργειῶν τὰς φύσεις διοριζόμεθα. ἦ γὰρ ἄν ποτε καί τισι τὸ μὲν πῦρ θερμόν, ψυχρὰ δὲ ἡ χιὼν τῷ θερμαίνειν ἢ ψύχειν τοῖς πάσχειν δυναμένοις τὴν θερμότητα καὶ ψυχρότητα, καὶ ἔσται σοι τὸ πῦρ τῷ μὲν σιδήρῳ θερμόν, τῇ δὲ σαλαμάνδρᾳ ψυχρόν, κατὰ ταὐτὸν ἐν ταὐτῷ τὰς ἐναντίας δεδεγμένον ποιότητας. ἀλλ' οὐχ οὕτως ἔχει· τῷ γὰρ ἐνυπάρχειν, οὐ τῷ ἐνεργεῖν, τὸ τοιῶσδε εἶναι ἢ τοιῶσδε διοριζόμεθα. εἰ οὖν τοῦθ' οὕτω διωμολόγηται, μηδὲ τἀγαθὸν τἀνθρώπῳ διορίζου ἀπὸ τῆς πράξεως, ἀλλὰ τῷ συμπεφυκέναι τούτῳ τὴν τοῦ καλοῦ ἀρχὴν ἀδιάπτωτον. εἰπὲ οὖν μοι· πράξας τις τὴν ἀρετήν, εἶτ' αὖθις ἀποβαλὼν καὶ τὸ σπέρμα τοῦ ἀγαθοῦ ἀποβέβληκε; καὶ εἰ τοῦθ' οὕτως ἔχει, ἀνῄρηταί σοι ἐν βραχεῖ τῆς πίστεως ἡμῶν τὸ κεφάλαιον καὶ τῆς ἀνθρωπίνης τὸ ἴδιον φύσεως, καὶ μάτην αἱ φιλάνθρωποι τοῦ ἀγαθοῦ ἀγκάλαι ἥπλωνται τὸν ἀπολωλότα ὑποδεχόμεναι ἄσωτον· ᾧ γὰρ ἡ τοῦ ἀγαθοῦ ἀπώλετο κίνησις, τούτῳ αἱ πατρικαὶ χεῖρες εἰς ὑποδοχὴν παρελκόντως ἐκτέτανται. εἰ δ' οὐκ ἀποβέβληκεν, ἐν τούτῳ δὲ καὶ οὐκ ἐν ταῖς πράξεσι τὸ φυσικὸν ὁριζόμεθα ἀγαθόν, ἀκίνητον πάντως καὶ ἀμετάθετον, μηδέποτε ἐλλεῖπον ἡμᾶς. ἀπόκριναί μοι καὶ αὖθις· οὐ τὸ λογικὸν τῷ λογικῷ ζῴῳ (τἀνθρώπῳ φημί, ἐατέον γὰρ τὰ ὑπὲρ ἡμᾶς) συμπληρωτικὸν τῆς οὐσίας ἐστίν; λόγον δ' ἐνταῦθα τὸν ἐνδιάθετον λέγομεν. ἆρ' οὖν ἔστιν ὅτε ἀτρεμεῖν τὸ ζῷον πέφυκεν ἐν ταῖς ψυχικαῖς ἐνθυμήσεσι; τί γοῦν ποτε μὴ φῂς ἐστερῆσθαι τοῦ λόγου ὁ ἀπὸ τῆς ἐνεργείας τὰ ὑποκείμενα ὁριζόμενος; τὸ δὲ θνητὸν οὐ καὶ αὐτὸ {τὸ} μέρος συμπληρωτικὸν ὂν τῆς φύσεως; ἀλλ' οὐ τῷ θνῄσκειν ὁπόσαι στιγμαὶ θνητὸν τὸν ἄνθρωπον ὀνομάζομεν, ἀλλὰ τῷ τῇ φύσει ἐγκεῖσθαι καὶ μηδέποτε φύσιν ἔχειν χωρίζεσθαι. καὶ τἀγαθὸν οὕτω πως τῷ ἀνθρώπῳ ἐστὶ συγγιγνόμενον, τούτῳ καὶ ὂν ἀνεξάλειπτον. ἐνῆν καὶ ἑτέρους ἐπάγειν λόγους καὶ μαρτυρίαις τὸν λόγον πιστώσασθαι, ἀλλ' ἱκανὰ τὰ εἰρημένα πρὸς ἀκοὴν εὐγνώμονα καὶ εὐσύνετον. 87 Ὅτι οὐκ ἀρκεῖ ἡ φύσις, κἂν γενναία ᾖ, πρὸς τὴν τῶν μαθημάτων ἀνάληψιν ἄνευ παιδεύσεωσ Ἐγὼ δὲ οὐδὲ τὴν πρώτην συνορᾶν δύναμαι, πῶς ἂν τοῦτο ψυχῇ παραγένοιτο καὶ εἰδείη τὰ θεῖα καὶ τὰ ἀνθρώπινα, γνοίη τε καὶ σύμπαντα τὰ μαθήματα, εἰ μὴ πρότερον πολλὰς μὲν ἀνελίξοι δέλτους, πολλοῖς δὲ σοφοῖς ὁμιλήσειεν. ἢ γὰρ διὰ διδασκαλίας καὶ μαθήσεως ἢ διὰ ζητήσεως καὶ εὑρέσεως γινώσκειν τις ἐπίσταιτο τὰ τοῖς ἄλλοις ἄγνωστα. ταῖς μὲν γὰρ ἔξω τῶν σωμάτων ψυχαῖς πείθομαι τοῖς φιλοσοφοῦσιν αὐτενέργητον εἶναι τὴν γνῶσιν τῶν ὄντων. ταῖς δὲ πιπτούσαις ὑπὸ τὴν γένεσιν πῶς τοῦτο δώσομεν; ἀπολωλέκασι γὰρ ὃ παρὰ τοῦ πατρὸς ἐκληρώσαντο, καὶ δεῖ ἀναχώννυσθαι διὰ λόγων, ἵν' αὐταῖς ἀναλάμψῃ τὰ ἐνσπαρέντα ἐν τῷ ἀδύτῳ τῆς φύσεως· κἂν εἰ γενναίαν δέ τις ἔχοι τὴν φύσιν, προλαμβάνει μὲν τῶν ἀγενεστέρων, οὐ μὴν οὕτως εἰπεῖν καὶ προσλάβοι τὸ μάθημα καὶ μάλιστα μὴ ζητούμενον. Σίβυλλα δὲ χαιρέτω καὶ εἴ τις ἄλλος ἐκ γενετῆς εὐθὺς ἀφῆκε φωνὴν καὶ τὴν σφαῖραν εἶπεν ἀφ' ἧς καταβεβήκοι αὐτῷ ἡ ψυχή. ἐγὼ γὰρ καὶ αὐτὸ δὴ τὸ περὶ τούτου τοῖς Ἕλλησι δοξαζόμενον οὐ δόγμα, ἀλλὰ μυθολόγημα ἥγημαι. θειοτέρας μὲν γὰρ εἶναι φύσεως τὰς ψυχὰς πείθομαι, καὶ πολλὰ μὲν νοερὰ γένη ἐν ἑαυταῖς ἔχειν, κάλλιστά τε