τοῦ παντὸς αἰῶνος ἀπίστῳ, ἵν' οὕτως εἴπω ἀληθῶς, πιστεύειν κατὰ πιστοῦ; πόρρω γὰρ τοῦτο εἴη λόγου καὶ ἐνθυμήματος. ὅπου γὰρ τοὺς ὁμοφύλους φυλοκρινοῦμεν καὶ τῇ ἀξίᾳ προσέχοντες καὶ ταῖς πράξεσι, σχολῇ γ' ἂν τοῖς ἑτεροδόξοις πιστεύσαιμεν. πῶς οὖν ὃ μήτε κᾶνόσι γέγραπται μήτε τὸν ἅπαντα χρόνον πέπρακται κατ' ἐμοῦ δεχθήσεται νῦν; καὶ ὁμοδόξῳ μὲν καθ' ὁμοδόξου οὐ ῥᾳδίως πιστεύσετε· εἰ δέ τις ἑτερόδοξος κατὰ χριστιανῶν λέγοι, προσήσεσθε; καὶ ὁ μὲν κανὼν οὐδὲ κατά τινος ἁπλῶς τοῦτον προσίεται, ὑμεῖς δὲ κατ' ἀρχιερέως προσδέξεσθε καὶ οὕτω μεγαλοπρεπῶς ὡς ἐπ' ἐκείνων ἑστάναι καθάπερ ἄλλων κανόνων καὶ τὰς ὑμῶν ψήφους ἐπ' αὐτὸν διατίθεσθαι. Οὐκ οἴδατε οἵας ἀποσπάδας τῆς πίστεως ἡ Φιλίππου πόλις, ἐν ᾗ ὁ ἐμὸς θρόνος-ἵνα διαρραγεῖεν οἱ συκοφάνται-, ἀναβλαστάνει, ὧν οὐ κλαδίσκος εἶ σύ, ὦ ψευδωνύμοις τοῖς τοῦ κυρίου μαθηταῖς χρώμενε, πάντα δὲ τῷ ῥυπαρῷ βίῳ πιστεύων βαθύνῃ, ἀλλὰ καὶ πρέμνον λίαν παχύτατον; εἰ δὲ μὴ πάντες οἱ κατηγορήσαντες τῆς αὐτῆς δόξης κεκοινωνήκασιν, ἀλλὰ τῷ ἁλμυρῷ τὸ πότιμον συναπόλλυται, καὶ τὸ μὲν χεῖρον οὐ ῥᾳδίως μεταλαμβάνει τοῦ κρείττονος, ὡς μεμαθήκαμεν, συμμεταβάλλεται δὲ τὸ κρεῖττον τῷ χείρονι. ἡδέως δ' ἂν ὑμᾶς ἐροίμην, τὴν ἱερὰν σύνοδον, εἰ πρὶν ἢ τὸν κατ' ἐμοῦ συνθέσθαι ἐκείνους ἀγῶνα, προλαβών τις ἀπήγγειλεν ὡς παμπόνηροι ἀνθρωποι κέλλοιεν ἐμοῦ κατηγορῆσαι παγχάλεπα καὶ προσηρώτησεν εἰ ἐκ τοῦ εὐθέος αὐτοὺς δόξεσθε καὶ μηδέν τι περιεργάσεσθε, ἀλλὰ μᾶλλον ἀφορμὰς ἐκείνους τοῦ καθαιρῆσαι ἐμὲ προσλήψεσθε. ἄρ' ἂν συνωμολογήσατε ἢ παντάπασιν ἀπηρνήσασθε, καὶ προσέθεσθε ὡς οὐδ' ἀκροθιγῶς τούτους προσήσεσθε τοῖς ἱεροῖς κανόσιν ἑπόμενοι; οὐκοῦν ἄτοπον εἰ ἃ ὡς ἄτοπα μὴ προσήσεσθαι διενέστητ' ἄν, ταῦτα ἐπὶ τῶν ἔργων ὡς ἔννομα λίαν ἐπισφραγίσετε; εἴπατε γάρ μοι, πρὸς τῆς ἱερωσύνης αὐτῆς καὶ τοῦ βήματος· τί τῶν κατὰ νόμους ἐγένετο, τί πέπρακται ὃ κανόσι μὴ προδιείληπται; ὑπέστην τὴν πρόκλησιν τῆς διαφορᾶς, εἰσῆλθον τὸ δικαστήριον, μηδὲν ὧν κατηγορηθῆναι ἔμελλον προειδώς· καὶ γὰρ καὶ τοῦτο πολλὴν τὴν διαφορὰν ἔχει καὶ ἀπὸ τοῦ τέλους ἕκαστον ὧν χρὴ προειδέναι τε καὶ μὴ κρίνεται. ἂν μὲν γὰρ εἰς ζημίαν ἡ ὑπόθεσις τελευτᾷ, οὐδὲν πρᾶγμα εἴτ' οἶδέ τις εἴτε μή· ἂν δ' εἰς ὕβριν, ἂν δ' εἰς ποινὴν ἢ καθαίρεσιν, χρή γε καὶ προειδέναι καὶ ἑτοιμάζεσθαι. ἐγὼ δ' οὐδὲν ᾔδειν, ἀλλ' εἰσῆλθον ὡς ἐπ' ἄλλοις κατηγορήμασιν ἀπολογησόμενος· ἓν τοῦτό μοι πρῶτον μαχόμενον, ἔπειτα καὶ τἆλλα σκοπεῖτε. οἱ μὲν ἐτίθουν, ἐγὼ δ' ἀντετίθουν, καὶ τοὺχς μὲν προσίεντο, ἐμὲ δ' ἀπεπέμποντο. κἀκεῖνοι μέν, καίτοι πόρρω τὸ δρᾶμα συνθέμενοι καὶ προμελετήσαντες, αὐτοὶ ἐφ' ἑαυτῶν ἵσταντο, μηδὲν ὁτιοῦν ἀποδεικνύντες ἔξωθεν καὶ πιστούμενοι· ἐγὼ δ' ὑπισχνούμην, εἰ ἀφεθείην, πολλοὺς παραγαγεῖν μοι τῶν εἰδότων συνηγορήσοντας κἀκείνους ἐλέγξοντας. καὶ μάτην ἐλήρουν, κἀκείνοις μὲν ὡς χρησμοῖς ἐπίστευον οἱ ἀκούοντες, ἐμοὶ δ' εὐθὺς ὡς κατακρίτῳ προσέβαινον. καὶ τί γὰρ ἦν δρᾶν τὸν τοῦ βήματος προκαθήμενον προεαλωκότα τοῖς αὐτῶν λόγοις καὶ ἐφ' ἑκάστῳ τῶν λεγομένων δριμυττόμενον τὴν ψυχὴν καὶ τῶν βασιλίδων ὑπεραλγοῦντα, ὁπότε κἀκείνων οἱ κατηγορήσαντες ἅπτοιντο; ὅτε, εἰ ἕτερος ἦν, οὐκ ἂν αὐτὸς ἔφθανον πυρὶ καιόμενος καὶ σιδήρῳ τυπτόμενος καὶ καθ' ἑκάστην τῶν βλασφημιῶν τυπτόμενός τε καὶ κολαζόμενος. ἐπὶ τοιούτων οὖν ὑμεῖς τῶν ἀρχῶν ἥδρασθε καὶ τοιαύταις ἀφορμαῖς ἵστασθε εἰς ἀρχιερέως καθαίρεσιν. δέδοικα μὴ καθ' ὑμῶν ὑμεῖς αὐτοὶ προγυμνάζησθε καὶ διὰ τοῦ ἐμοῦ παραδείγματος πολλοὺς ἑαυτοῖς ἀναπλάσητε συκοφάντας καὶ οὐκ ἂν φθάνοιτε καθαιρόμενοι. ἆρα δέ, εἰ αὐτὸς ἐγὼ ἑνὸς ὑμῶν κατηγορῆσαι βουλήσομαι καὶ γραφὴν γράψαι καθοσιώσεως, πιστεύσετε καὶ ὑπογυμνώσετε τοῦτον τοῦ σχήματος; εἰ δ' οὐχί, διατί ἑτέρῳ μὲν πιστεύετε κατ' ἐμοῦ, ἐμὲ δ' οὐ προσίεσθε καθ' ἐτέρου λέγοντα; καὶ τὸ διάφορον ὅσον; 1340 μὲν ἕτερόδοξος·