1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

47

ἐδείματο οὐ πρότερον οὖσαν, ἥν4.7.6 περ ὁμωνύμως τῇ βασιλίδι Θεοδωρόπολιν ἐπωνόμασεν. ἔτι μέντοι φρουρίων τοῦ τε Ἰατρῶν καλουμένου καὶ Τιγᾶς τὰ πεπονθότα νέᾳ τινὶ διεσώσατο οἰκοδομίᾳ, καὶ τοῖς Μαξεντίου πύργον ἐντέθεικεν, ἐπεὶ αὐτοῦ προσδεῖν ᾤετο. 4.7.7 καὶ τὸ Κυντῶν ἐδείματο φρούριον οὐ πρότερον ὄν. μεθ' ὃ δὴ τὸ Τρασμαρίσκας ὀχύρωμά ἐστιν· οὗπερ καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ Κωνσταντῖνός ποτε Ῥωμαίων βασιλεὺς φρούριον οὐκ ἀπημελημένως ᾠκοδομήσατο, ∆άφνην ὄνομα, οὐκ ἀξύμφορον νενομικὼς εἶναι 4.7.8 φυλάσσεσθαι ταύτῃ τὸν ποταμὸν ἑκατέρωθεν. ὃ δὴ προϊόντος τοῦ χρόνου βάρβαροι μὲν ἀφανίζουσι τὸ παράπαν, Ἰουστινιανὸς δὲ ἀνῳκοδομήσατο βασιλεὺς ἐκ θεμελίων 4.7.9 ἀρξάμενος. μετὰ δὲ Τρασμαρίσκαν ἔρυμά τε τὸ Ἀλτηνῶν, καὶ ὅπερ καλοῦσι Κανδιδιάνα, καθῃρημένον πρὸς αὐτῶν πολεμίων πολλῷ πρότερον, ἐπιμελείας ἠξίωσε 4.7.10 κατὰ λόγον τῆς χρείας. ἔστι δὲ τρία ἑξῆς ὀχυρώματα παρὰ τὴν τοῦ Ἴστρου ἠϊόνα, Σαλτουπύργος τε καὶ ∆ο4.7.11 ρόστολος καὶ Συκιδάβα. ὧν δὴ ἑκάστου τὰ πεπονθότα 4.7.12 οὐκ ἀπημελημένως ὁ βασιλεὺς ἐπηνώρθωσε. καὶ Κούηστρις δέ, ὅπερ κεῖται τῆς ἀκτῆς ἔκτοσθεν, ἐπιμέλειαν τὴν ὁμοίαν πεποίηται. καὶ Πάλματις ἐν στενῷ κείμενον μεῖζόν τε κατεστήσατο καὶ διαφερόντως εὐρύτερον, καί4.7.13 περ οὐ παρὰ τὴν ἀκτὴν τοῦ ποταμοῦ ὄν. οὗ δὴ ἄγχιστα καὶ φρούριον Ἄδινα καινουργήσας ἐδείματο, ἐπεὶ διηνεκὲς διαλανθάνοντες Σκλαβηνοὶ βάρβαροι ἐνταῦθα ἐνεδρεύοντές τε κεκρυμμένως ἀεὶ τοὺς τῇδε ἰόντας ἄβατα 4.7.14 ἐποίουν τὰ ἐκείνῃ χωρία. καὶ φρούριον δὲ τὸ Τιλικίων ᾠκοδομήσατο, καὶ αὐτοῦ ἐν ἀριστερᾷ κείμενον ἔρυμα. 4.7.15 Οὕτω μὲν καὶ Μυσοῖς τὰ ὀχυρώματα ἐπί τε τῆς ἀκτῆς 4.7.16 ποταμοῦ Ἴστρου ἔσχε καὶ ταύτης πλησίον. ἐπὶ Σκύθας δὲ τὸ λοιπὸν βαδιοῦμαι· ἔνθα δὴ φρούριον πρῶτον Κυρίλλου ἁγίου ἐπώνυμόν ἐστιν, οὗπερ τὰ πεπονηκότα τῷ χρόνῳ ἀνῳκοδομήσατο οὐκ ἀπημελημένως Ἰουστινιανὸς 4.7.17 βασιλεύς. ἐπέκεινά τε αὐτοῦ ἦν μὲν ἐκ παλαιοῦ ὀχύρωμα, Οὐλμιτῶν ὄνομα, βαρβάρων δὲ Σκλαβηνῶν ἐπὶ χρόνου μῆκος ἐκείνῃ τὰς ἐνέδρας πεποιηκότων, διατριβήν τε αὐτόθι ἐπὶ μακρότατον ἐσχηκότων, ἔρημόν τε παντάπασι γέγονε, καὶ οὐδὲν αὐτοῦ ὅτι μὴ τὸ ὄνομα, ἐλέλειπτο ἔτι. 4.7.18 ὅλον τοίνυν ἐκ θεμελίων δειμάμενος, ἐλεύθερα τῆς τῶν Σκλαβηνῶν ἐπιθέσεώς τε καὶ ἐπιβουλῆς κατεστήσατο εἶναι 4.7.19 τὰ ἐκείνῃ χωρία. ἔστι δέ που μετὰ τοῦτο Ἰβιδὰ πόλις, ἧς δὴ τοῦ περιβόλου πολλὰ ἐπεπόνθει, ἅπερ ἀνανεωσάμενος οὐδεμιᾷ μελλήσει ἐχυρωτάτην διεπράξατο εἶναι. 4.7.20 φρούριόν τε δεδημιούργηκε νέον αὐτὸς μετ' αὐτήν, ὅπερ Αἴγισσον ὀνομάζουσι. καὶ ἄλλο δὲ φρούριον Σκυθίας ἐν ὑστάτῳ κεῖται, Ἅλμυρις ὄνομα, οὗ δὴ τὰ πολλὰ σαθρὰ γεγονότα διαφανῶς ἀνοικοδομησάμενος διεσώσατο. 4.7.21 ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇ τῆς Εὐρώπης μοίρᾳ εἰπεῖν ἄξιον. 4.8.1 Ὅσα μὲν δὴ ἔν τε ∆αρδάνοις καὶ Ἠπειρώταις καὶ Μακεδόσι καὶ τοῖς ἄλλοις Ἰλλυριῶν ἔθνεσιν, ἔτι μέντοι καὶ ὅσα ἐπί τε τῆς Ἑλλάδος, καὶ ἀμφὶ ποταμὸν Ἴστρον οἰκοδομήματα Ἰουστινιανῷ βασιλεῖ εἴργασται, ἤδη μοι 4.8.2 ἔμπροσθεν δεδιήγηται. ἐπὶ τὴν Θρᾴκην δὲ τὸ λοιπὸν ἴωμεν, ἀρίστην πηγνύμενοί τινα τοῦ λόγου κρηπῖδα τὰ ἐπὶ Βυζαντίου χωρία, ἐπεὶ καὶ τῆς Θρᾴκης ἡ πόλις οὐ τῷ κράτει μόνον, ἀλλὰ καὶ χωρίων προέστηκε φύσει, τῇ μὲν Εὐρώπῃ ὥσπερ τις ἀκρόπολις ἐπεμβαίνουσα, φραττομένη δὲ τῆς διοριζούσης αὐτὴν ἀπὸ τῆς Ἀσίας θαλάσ4.8.3 σης τὸ πέρας. ἤδη μὲν οὖν τάς τε ἄλλας ἁπάσας τῆς πόλεως κτίσεις, καὶ ὅσα δὴ ἐπὶ τοῖς ἱεροῖς ἐντός τε καὶ ἐκτὸς τοῦ Κωνσταντινουπόλεως περιβόλου δεδημιούργηκεν, ἐν τοῖς ἔμπροσθεν δεδήλωκα λόγοις. τὰ δὲ δὴ ἐνθένδε ἐρῶν ἔρχομαι. 4.8.4 Φρούριόν ἐστιν ἐν προαστείῳ τῆς πόλεως, ὅπερ Στρογγύλον ὁμωνύμως τῇ τοῦ ἐρύματος συνθέσει καλοῦσιν. 4.8.5 ἐντεῦθεν ἡ ἐς τὸ Ῥήγιον ὁδὸς ἄγουσα, ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνώμαλος οὖσα, ὄμβρων, ἂν οὕτω τύχοι, ἐπιπεσόντων, τελματώδης τε καὶ δυσπάριτος τοῖς τῇδε ἰοῦσιν 4.8.6 ἐγίνετο. νῦν δὲ λίθοις αὐτὴν καταστρώσας ἁμαξιαίοις ὁ βασιλεὺς οὗτος εὐπετῆ τε