1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

47

καὶ Ἐμπεδοκλῆς καὶ Ξενοκράτης ἄφθαρτον εἶναι τὴν ψυχὴν ἀπεφήναντο· ὁ δὲ Ἡράκλειτος τὰς ἀπαλλαττομένας τοῦ σώματος εἰς τὴν τοῦ παντὸς ἀναχωρεῖν ψυχὴν ἔφησεν, οἷα δὴ ὁμογενῆ τε οὖσαν καὶ ὁμοούσιον. Οἱ δὲ Στωϊκοὶ τὰς χωριζομένας τῶν σωμάτων ψυχὰς διαρκεῖν μὲν καὶ καθ' ἑαυτὰς ζῆν ἔφασαν, ἀλλὰ τὴν μὲν ἀσθενεστέραν ἐπ' ὀλίγον, 5.24 τὴν δὲ ἰσχυροτέραν μέχρι τῆς τοῦ παντὸς ἐκπυρώσεως. ∆ημό κριτος δὲ καὶ Ἐπίκουρος καὶ Ἀριστοτέλης φθαρτὴν εἶναι ταύτην ἀνέδην εἰρήκασι· Πλάτων δὲ καὶ Πυθαγόρας τὸ μὲν λογικὸν αὐτῆς ἄφθαρτον εἶναι, φθαρτὸν δὲ τὸ ἄλογον. Καὶ ὁ μὲν Πλά των καὶ τὰ φυτὰ κέκληκε, τοῦ τρίτου γε τῆς ψυχῆς εἴδους, τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα· ὁ δέ γε Ἀριστοτέλης ζῷα μὲν αὐτὰ εἰπεῖν οὐκ ἠνέσχετο-τὸ γὰρ δὴ τῆς αἰσθητικῆς μετέχον ψυχῆς τοῦτο καλεῖσθαι ζῷον ἠξίωσε-τῆς φυτικῆς μέντοι καὶ 5.25 θρεπτικῆς ψυχῆς μετέχειν ὑπέλαβε τὰ φυτά. Ἀλλὰ τοῦτόν γε τὸν λόγον οἱ τῆς Ποικίλης οὐ προσεδέξαντο· τὴν γάρ τοι φυτικὴν δύναμιν καλεῖν ψυχὴν οὐκ ἠνέσχοντο. Ζήνων δὲ ὁ Κιτιεύς, ὁ τῆσδε τῆς αἱρέσεως ἡγησάμενος, τοιάδε περὶ ψυχῆς δοξάζειν τοὺς οἰκείους ἐδίδαξε φοιτητάς· τὸν γάρ τοι ἀνθρώπινον θορόν, ὑγρὸν ὄντα καὶ μετέχοντα πνεύματος, τῆς ψυχῆς ἔφησεν εἶναι μέρος τε καὶ ἀπόσπασμα καὶ τοῦ τῶν προγόνων σπέρματος κέρασμά τε καὶ μῖγμα, ἐξ ἁπάντων τῶν τῆς ψυχῆς μορίων ξυναθροισθέν. Οὗ δὴ 5.26 χάριν αὐτὴν καὶ φθαρτὴν προσηγόρευσεν. Νουμήνιος δὲ ὁ Πυθα γόρειος πρὸς τούτους ἀποτεινόμενος ἔφη· "Τὴν δὲ ψυχὴν γενη τήν τε καὶ φθαρτὴν λέγουσιν, οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλ λαγεῖσαν φθείρεσθαι, ἀλλ' ἐπιμένειν τινὰς χρόνους καθ' ἑαυτήν, τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν 5.27 πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποιούς τινας χρόνους." Καὶ ὁ Λογγῖνος δὲ αὐτῶν ἄντικρυς κατηγορεῖ, ὧδε γράψας· "Ζή νωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειεν ἄν τις δικαίως, οὕτω σφόδρα ὑβριστικῶς περὶ τῆς ψυχῆς διαλεχθεῖσιν. Ἄμφω γὰρ τοῦ 5.28 στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν ἔφασαν." Ἄντι κρυς δὲ τούτων ἐναντία τὰ Πυθαγόρᾳ καὶ Πλάτωνι δόξαντα· θείαν γὰρ δὴ μοῖραν τὸν νοῦν ἔφασαν εἶναι. Ξυμφωνεῖ δὲ καὶ ὁ Νικομάχου τῷδε τῷ λόγῳ, καίτοι θνητὴν εἶναι ἀποφηνάμενος τὴν ψυχήν· ἄλλο τι γὰρ εἶναι τὸν νοῦν παρὰ ταύτην ὑπέλαβεν. Καὶ οἱ περὶ Πλάτωνα δὲ καὶ Πυθαγόραν θύραθεν τοῦτον εἰσκρί νεσθαι λέγουσιν. Πάλιν δ' αὖ οἱ μὲν αὐτῶν αὐτοκράτορα τὸν νοῦν ἔφασαν εἶναι καὶ ἄγειν δύνασθαι, ᾗ ἂν ἐθέλῃ, τὰ πάθη· οἱ δὲ ἀνάγκης αὐτὸν καὶ εἱμαρμένης ἀπεφήναντο δοῦλον καὶ πρὸς τὰ τῶν Μοιρῶν ἄγεσθαι νήματα, καὶ τῆς τοῦ οὐρανοῦ περιδινή σεως καὶ τῆς τῶν ἄστρων ξυνόδου τὰς τούτου πράξεις καὶ 5.29 ἐνεργείας ἠρτῆσθαι. Ὁ δέ γε Πλάτων τὴν ἐναντίαν τούτοις περὶ ψυχῆς ἐξεπαίδευσε δόξαν· ἐλευθέραν γὰρ αὐτὴν εἶναι ἔφησε καὶ δέσποιναν τῶν ἐνοχλούντων παθῶν καὶ ἑκοῦσαν ἢ τῇδε ἢ ἐκεῖσε χωρεῖν καὶ ἐθελουσίως γε ἢ νικᾶν ἢ ἡττᾶσθαι. Καὶ τοῦτο σαφῶς ἐν τοῖς Νόμοις δεδήλωκε· λέγει δὲ οὕτως· "Κἀνταῦθα, ὦ ξένε, τὸ νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη· τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ' ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον· ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς ση 5.30 μαίνει." Καὶ αὖ πάλιν μετ' ὀλίγα· "Τόδε δ' ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι γε οὖσαι ἐπ' ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. Μίαν γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης, ἀνθέλκειν τοῖς ἄλλοις μετρίοις ἕκα 5.31 στον· ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν." Ἄντικρυς δὲ διὰ τούτων δεδήλωκεν, ὡς οὔτε φύσιν ἐλάχομεν πονηράν, καὶ κατ' ἀνάγκην καὶ βίαν πλημμελοῦμεν οἱ ἄνθρωποι, οὔτε ὑπὸ τῶν τῆς Κλωθοῦς νημάτων ἀγόμεθα οὔτε μὴν ὑπὸ τῆς τῶν ἄστρων ξυνό δου πρὸς τὸ πρακτέον ὠθούμεθα· ἀλλ' ἀγωνίζεται μὲν πρὸς ἑαυτὴν ἡ ψυχή, τοῦ δὲ νικᾶν ἔχει τὴν ἐξουσίαν, ἢν ἐθελήσῃ νεῦ σαι πρὸς ἀρετήν· καὶ ἕλκει μὲν ἡ ἐπιθυμία πρὸς ἑαυτήν, ἀνθέλκει δὲ ὁ θυμός, ἔχει δὲ τοῦ