1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

47

Τοὺς δὲ ἀγγέλους, οὔτε κατὰ τοὺς τῶν Ἑλλήνων ποιητὰς καὶ φιλοσόφους θεοποιοῦμεν, καὶ εἰς θῆλυ καὶ ἄῤῥεν τὴν ἀσώματον διακρίνομεν φύσιν, καὶ μίξεις ἀκολάστους τῶν ἀοράτων κατηγοροῦμεν δυνά μεων· οὐδὲ κατὰ τοὺς τῶν αἱρετικῶν μύθους ποιητὰς τῆς κτίσεως ὁριζόμεθα, οὔτε μὴν συναϊδίους εἶναί φαμεν τῷ τῶν ὅλων Θεῷ. Τοῖς μὲν γὰρ ἀνθρώποις τὸ θῆλυ χρήσιμον διὰ τὴν αὔξησιν τοῦ γένους. Τοῦτο γὰρ προορῶν ὁ τῶν ὅλων Θεὸς, οὕτω τήνδε τὴν φύ 83.469 σιν διέπλασε. ∆ιὸ δὴ καὶ ταύτην τῷ γένει τὴν εὐλο γίαν προσήνεγκεν, εἰπών· "Αὐξάνεσθε, καὶ πληθύνε σθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς." Ἐπειδὴ γὰρ ὁ θάνατος ληΐζεται τῶν ἀνθρώ πων τὴν φύσιν, καὶ οἷόν τις θεριστὴς, οὐ πρεσβύτας μόνον, ἀλλὰ καὶ νέους ἐκτέμνει· ἀναγκαίως ἡ φύσις ἐδεῖτο τῶν γεωργούντων, καὶ σπειρόντων, καὶ ἀντὶ τεμνομένων ἑτέρους στάχυς ἀντεισαγόντων, καὶ νικώντων τῇ γεωργίᾳ τοῦ ἀμῶντος τὰς χεῖρας. Τῇ δὲ ἀθανάτῳ φύσει περιττὴ τοῦ γένους ἡ διαίρεσις· Οὔτε γὰρ αὐξήσεως δέονται μὴ μειούμενοι, οὔτε μί ξεως σωμάτων ἀπηλλαγμένοι. Καὶ τούτου διδάσκαλος ἡ θεία Γραφή. Ἀγγέλους μὲν γὰρ οὐ δύο κατ' ἀρχὰς καθάπερ τοὺς ἀνθρώπους ἐδημιούργησε μόνους, ἀλλ' ὅσας ἠθέλησε μυριάδας ἐπήγαγεν. Ἡ γὰρ φθορᾶς ἐλευθέρα φύσις αὐξήσεως ἀπροσδεής. Οἱ δὲ ἄνθρωποι θνητὸν ἐσχηκότες σῶμα, καὶ ὑπὸ τῷ θανάτῳ τελοῦντες, τοῦ θήλεος ἀναγκαίως προσδέον ται. Μηδεὶς δὲ τῶν φιληδόνων ἐξ ἀγνοίας τῶν ἀγγέ λων ποιησάσθω κατηγορίαν, ἀφορμὴν λαβὼν εἰς βλασφημίαν τὸ παρὰ τοῦ πανσόφου ἱστορηθὲν Μωϋσέως· ὅτι ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγα τέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἐξ αὐτῶν εἰς γυναῖκας. Παραπληξίας γὰρ ἐσχάτης τὸ τοῖς ἀγγέλοις προσάψαι τὴν τῶν ἀνθρώπων ἀκολα σίαν. ∆ύο γὰρ ἦν γένη τηνικαῦτα, τὸ τοῦ Κάϊν, καὶ τὸ τοῦ Σήθ· καὶ τὸ μὲν τοῦ Κάϊν ἐπάρατον ἦν, τὸ δὲ τοῦ Σὴθ εὐσεβείας ἐπεμέλετο. Ἐνὼς γὰρ, ὁ τούτου υἱὸς, ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Ἐντεῦθεν οἱ ἐκ τούτου φύντες υἱοὶ Θεοῦ χρηματίζοντες, ἔφυγον τὴν πρὸς τὸ γένος τοῦ Κάϊν ἐπι μιξίαν. Πολλῶν δὲ διεληλυθότων ἐτῶν, ἐπιτερπεῖς τὰς ἐκείνων θεασάμενοι θυγατέρας οἱ τῶν εὐσεβῶν ἀπόγονοι, ἡττήθησαν τοῦ κάλλους, καὶ τὸν πατρῷον παρέβησαν νόμον, καὶ τὸ πρὸς ἐκείνους ἠσπάσαντο κῆδος. Εἶτα ἡ ἐπιμιξία τὴν πονηρίαν εἰσήγαγεν. Ὅταν οὖν ἀκούσωμεν τῆς θείας λεγούσης Γραφῆς· "Εἰσῆλθον οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων," μὴ τῶν ἀσωμάτων ἀγγέλων κατη γορῶμεν· ἄνθρωποι γὰρ τὴν παρανομίαν ἐτόλμησαν υἱοὶ Θεοῦ προσαγορευόμενοι. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μάρτυς αὐτὸς ὁ τῶν ὅλων Θεὸς, οὑτωσὶ λέγων· "Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώ ποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας." Καὶ πάλιν ἱστοριογράφος· "Καὶ εἶδε Κύριος τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς." Καὶ πρὸς τὸν Νῶε δὲ ὁ τῶν ὅλων ἔφη Θεός· "Ἰδοὺ ἐγὼ καταφθείρω πᾶσαν σάρκα." Καὶ κελεύσας κατασκευάσαι κιβωτὸν, ἐπήγαγεν· "Ὅτι σε εὗρον δίκαιον ἐν τῇ γενεᾷ ταύτῃ." Οὐκ ἂν δὲ ἀγγέλων ἡμαρτηκότων ἀνθρώπους 83.472 ἐκόλασε τῆς δικαιοσύνης ὁ νομοθέτης, καὶ ἀνθρώπους, οὐ δέκα καὶ εἴκοσι, καὶ ἑκατὸν, ἀλλὰ μυριάδας ἀπεί ρους. Οὔτε αὐξήσεως τοίνυν οὔτε μίξεως χάριν, δεῖται τοῦ θήλεως τῶν ἀγγέλων ἡ φύσις. Πολλὰς δὲ μυριάδας εἶναι ἀγγέλων ἡ θεία διδάσκει Γραφή· "Χίλιαι γὰρ, φησὶ, χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ." Λειτουργία δὲ τῶν ἀγγέλων ἡ ὑμνῳδία. Περὶ μὲν γὰρ τῶν Σε ραφὶμ ὁ μακάριός φησιν Ἡσαΐας, ὅτι ἐκέκραγον, καὶ ἔλεγον, "Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ." Περὶ δὲ τῶν Χερουβὶμ ὁ θεῖος εἶπεν Ἐζεκιὴλ, ὡς ἤκουσε λεγόντων· "Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτῆς." Οὐ μόνον δὲ ὑμνοῦσιν, ἀλλὰ καὶ ταῖς θείαις οἰκονομίαις διακονοῦσι. Καὶ τοῦτο