47
αὐτῆς." Τὸν γαῦρον αὐτῆς αὐχένα ταπεινώσω, καὶ τὸν τῆς δουλείας ἐπιθήσω ζυγόν. Τοιγαροῦν καὶ ὁ ψαλμὸς προδια γράφει τὰς τῶν ἀρχιερέων, καὶ Γραμματέων, καὶ Φαρισαίων ἐπαναστάσεις, οἳ ταύρων θρασύτητα, καὶ λεόντων μανίαν μιμούμενοι περιεστοίχιζον τὸν ∆ε σπότην Χριστόν. ιεʹ. "Ὡσεὶ ὕδωρ ἐξεχύθη πάντα τὰ ὀστᾶ μου." Ὀστᾶ καλεῖ τοὺς ἱεροὺς ἀποστόλους· ἐπειδὴ καὶ σῶμα τὴν Ἐκκλησίαν καλεῖ· ἰσχὺς δὲ τοῦ σώματος τὰ ὀστᾶ· ὑπὸ τούτων γὰρ τὸ μανὸν καὶ διαῤῥέον τοῦ σώματος φέρεται· ἐσκορπίσθησαν δὲ ἅπαντες κατὰ τὸν τοῦ πάθους καιρὸν, δίκην ὕδατος τῇδε κἀ κεῖσε διαιρηθέντες. "Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος, ἐν μέσῳ τῆς κοιλίας μου. [ιʹ] Ἐξηράνθη ὡς ὄστρα κον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με." Καὶ ταῦτα πάντα γεγένηται παρὰ τὸν τοῦ πάθους καιρόν. Ἡ καρδία μὲν γὰρ τῇ δειλίᾳ, ὡς ὁ κηρὸς τῷ πυρὶ, διελύθη, καὶ ἡ ἰσχὺς τὴν προ τέραν ἐνέργειαν οὐκ ἐδείκνυ· καὶ μέντοι καὶ ἡ γλῶσσα ἀκίνητος ἔμενε. Καὶ διδάσκουσιν ἡμᾶς οἱ θεσπέσιοι εὐαγγελισταὶ, ὅτι πολλάκις ἐρωτηθεὶς οὐ δὲν ἀπεκρίνατο. Παρεδόθη δὲ καὶ τῷ τάφῳ μετὰ τὸ πάθος, ὅπερ χοῦν θανάτου ὠνόμασεν, ἅτε δὴ χων νυμένων τῶν θαπτομένων. ιζʹ. "Ὅτι ἐκύκλωσάν με κύνες πολλοί· συν αγωγὴ πονηρευομένων περιέσχον με." Μετὰ τοὺς Ἰουδαίους, τοῦ ἐξ ἐθνῶν μνημονεύει στρατοῦ· τούτοις γὰρ αὐτὸν ἐκεῖνοι παραδεδώκασιν. ∆ιὸ καὶ τὴν τάξιν ἡ προφητεία τῶν πραγμάτων ἐφύ λαξεν. Εἰκότως δὲ ταύρους μὲν ἐκείνους, κύνας δὲ τούτους ὠνόμασεν· [οἱ μὲν γὰρ ὑπὸ τὸν τοῦ νό μου ζυγὸν ἦσαν· εἰ καὶ προφανῶς τὸν νόμον παρ έβαινον· οἱ δὲ κατὰ νόμον ἦσαν ἀκάθαρτοι. Οὕτω δὲ καὶ ὁ Κύριος τὴν Χαναναίαν ὠνόμασεν.] "Οὐκ ἔστι γὰρ καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, 80.1017 καὶ δοῦναι τοῖς κυναρίοις." Ἀλλ' ὅμως μετὰ τὸ πάθος, οἱ πάλαι κύνες, διὰ πίστεως εἰς τὴν τῶν υἱῶν μεταβεβήκασι τάξιν· οἱ δὲ πάλαι τὴν υἱῶν ἐσχηκότες κηδεμονίαν, τὴν κυνῶν προσηγο ρίαν ἐδέξαντο, ἅτε δὴ κυνῶν δίκην κατὰ τοῦ ∆εσπό του λυττήσαντες. Περὶ τούτων ὁ μακάριος Παῦλος βοᾷ· "Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν." Ὁ μέν τοι προφητικὸς λόγος κύνας προσαγορεύσας ἔφη· "Συναγωγὴ πονηρευομένων περιέσχον με." Εἶ τα διηγεῖται τὰ ὑπ' αὐτῶν τολμηθέντα. "Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου. [ιηʹ] Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου." Καὶ τοῦτο δῆλόν ἐστι, καὶ σαφὲς, καὶ τοῖς λίαν φιλονεικοῦσιν. Ἀκούομεν γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὐτοῦ τοῦ Κυρίου πρὸς τοὺς ἁγίους αὐτοῦ λέγοντος μαθητάς· "Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι." Καὶ μέντοι καὶ τῷ Θωμᾷ τῶν ἥλων τοὺς τύπους ὑπέδειξε, καὶ τὴν ἀπὸ τῆς λόγχης πληγήν. Τὸ δὲ "ἐξηρίθμησαν, πάντα τὰ ὀστᾶ μου," τοῦτο δηλοῖ, ὅτι Οὕτω με διέτειναν προσηλοῦντες, ὥς τε ῥᾴδιον εἶναι τῷ βουλομένῳ καὶ τὸν τῶν ὀστῶν ἀριθμὸν διαγνῶναι. "Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖ δόν με," ἀντὶ τοῦ, ἐπιτωθάζοντες καὶ γελῶντες. ιθʹ. "∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον." Καὶ τοῦτο δὲ σαφῶς ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει. κʹ-κβʹ. "Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ' ἐμοῦ· εἰς τὴν ἀντίληψίν μου πρόσχες. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπεί νωσίν μου." Ἐπειδὴ, φησὶν, οὐδεμίαν ἀνθρωπί νην ἔχω βοήθειαν, τῆς σῆς ἀντιλήψεως τύχοιμι, καὶ ῥυσθείην ἀπό τε τούτων, ἀπό τε τοῦ διὰ τούτων ἐν εργοῦντος, καὶ δίκην κυνὸς καὶ λέοντος ἐπιόντος· λέοντα γὰρ καλεῖ, καὶ κύνα, καὶ μονοκέρωτα, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν· τουτέστι τὸν διάβολον, ὃς καὶ παρὰ τὸν τοῦ πάθους καιρὸν θηρὸς αὐτῷ δίκην ἐπῆλθε, τὸν θάνατον ἐπαγόμενος. Τοῦτο δὲ καὶ ὁ Κύριος εἴρηκεν ἐν τοῖς θείοις Εὐαγγελίοις· "Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω." Καὶ πάλιν· "Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν 80.1020 ἐμοὶ εὑρήσει οὐδέν." Ἀλλ' ὅμως καὶ μηδὲν εὑρὼν ὧν ἐπεζήτει, ἐπεζήτει δὲ τῆς