47
ἀναρρήσει· ἣν καὶ φυλάττοιτε καὶ κηρύσσειν οὐ λήγοιτε, οἱ θειότατοι καὶ ἀξιάγαστοι ἡμῶν πατέρες. Οὗ δὲ χάριν ἀπεστείλαμεν πάλιν τὸν ἀδελφὸν καὶ προσκυνητὴν τῶν ἰχνῶν σου Ἐπιφάνιον; ἵν' ἀνταναγγείλῃ ὁ αὐτὸς τὰ καθ' ἡμᾶς, ὡς εὐχαῖς ὑμῶν ἁγίαις εὖ ἔχει, χαιρομένων ἡμῶν τῶν ἁμαρτωλῶν καὶ θυμηδιώντων ἐν τῷ διωγμῷ καὶ ταῖς φυλακαῖς, ὡς τολμᾶν λέγειν, ἡμῖν ἐχαρίσθη οὐ μόνον εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· ἵνα εἰς ὡς ἐκτενεστέραν ὑμᾶς προσευχὴν παρακινήσῃ ὑπέρ τε ἡμῶν τῶν ἀσθενῶν εὐανδρίας καὶ τοῦ κοινῇ συμφέροντος, ὑπὲρ οὗ ὁ λόγος ἡμῖν καὶ πρὸς ὑμᾶς τοὺς ἁγιωτάτους δέησις τρὶς ἄρτι γινομένη οὐχ ἵνα ἀφεθῶμεν τῆς φυλακῆς, ὅτι μηδὲ λογιζόμεθα αὐτὴν ἀδοξίαν, ἀλλὰ μέγιστον καὶ ὑπὲρ τὴν ἡμετέραν ἀναξιότητα κλέος, ἀλλ' ὅπως ἕξει τὸ ἐπωφελὲς ἐν τῷ κοινῷ, κἂν τῶν ἐσχάτων ἐσμέν. πανταχοῦ γάρ, φησὶν ὁ Θεολόγος, τὸ καθ' ἑαυτοὺς παρορατέον πρὸς τὸ τῶν πολλῶν συμφέρον. συμφέρον δ' ἂν εἴη, ὡς ὁ ἡμέτερος σκοπὸς καὶ πόθος, ἐπιτιμηθῆναι συνοδικῶς διὰ τοῦ κορυφαιοτάτου ἀποστολικοῦ ὥσπερ ἐπὶ τῶν ἄνωθεν καὶ ἐξ ἀρχῆς τοὺς συνεδρεύσαντας κατὰ τοῦ εὐαγγελίου τοῦ Χριστοῦ καὶ ἀναθεματίσαντας τοὺς ἀντεχομένους αὐτοῦ καὶ μὴ τὴν μοιχείαν καὶ μοιχοζευξίαν καὶ μοιχοσυνδρομίαν δεξαμένους ὡς οἰκονομίαν τῶν ἁγίων, καθὰ οἱ μοιχειανοὶ ἐδογμάτισαν, ἀποκαλέσαντες ἐν τούτῳ τοὺς ἁγίους παρανόμους· ὅτι μηδεὶς ἅγιος τὴν μερίδα μετὰ μοιχοῦ ἔθετο, οὐχ ὅτι καὶ μοιχωμένους ἐστεφάνωσε καὶ δώρων τῶν θείων μεταδέδωκεν, ὁπότε οὐδὲ στέγης καὶ πυρὸς μεταδιδόναι αὐτοῖς, κἂν βασιλεῖς εἶεν, διηγορεύκασι. καὶ ὅτι καὶ αὐτὸ τὸ θεῖον ἐξύβρισαν ταῖς στεφανικαῖς μυσταγωγίαις, ἀνενεγκόντες τὸ ἀνάθεμα ἐπ' αὐτὸ διὰ τῆς τῶν ἀντεχομένων τοῦ νόμου αὐτοῦ ἀναθεματίσεως. εἰ δὲ τοῦτο οὔ, ἡμεῖς τὸ λοιπὸν εὐχόμεθα ὑμῶν τῶν προσευχῶν τὸ σθένος, τῶν τῆς ἀγάπης θεσμῶν τὸ κῦρος, τῶν ἀντιγράφων τὸ κράτος, ὃ πάντως παρακληθείητε ποιῆσαι, παραμυθούμενοι τοὺς ὀλιγοψύχους καὶ ἐπιρρωννύντες τοὺς ἀνάλκιδας, ἁγιώτατοι ἡμῶν καὶ ποθητοὶ καὶ ἀεισέβαστοι πατέρες. 36 {1Εὐπρεπιανῷ καὶ τοῖς σὺν αὐτῷ}1 Εὔελπίς εἰμι, τέκνα ἠγαπημένα, περὶ τῆς εἰρηναίας καὶ θεοτάκτου διαγωγῆς ὑμῶν. διὸ μετελεύσομαι τὸν λόγον ἐπὶ τὸ κατεπεῖγον. τί δὲ τοῦτο; ὅταν ἀνακαλύψωμεν τὰ πονηρὰ αὐτῶν δόγματα καὶ ὑποδείξωμεν τὰς αἰτίας, δι' ἃς ἡμᾶς ἀνεθεμάτισαν μετὰ τῶν ἄλλων, παντάπασιν ἀποδείκνυνται οὐχ αἱρετικοὶ ψιλοί πως, ἀλλ' ἀποστάται τοῦ εὐαγγελίου τοῦ θεοῦ τῶν τε ἁγίων ἀναθεματισταὶ καὶ τῶν κανόνων καταλύται. τὸ πρῶτον, ἀντικαθιστάμενοι παλαιᾶς καὶ νέας. μὴ μοιχεύσῃς, ὁ νόμος· μὴ λήψῃ τὸ ὄνομα τοῦ θεοῦ ἐπὶ ματαίῳ· εἷς νόμος ἔστω τῷ Ἰουδαίῳ καὶ τῷ προσηλύτῳ. αὖθις τὸ εὐαγγέλιον, ἤτοι ὁ Χριστός, ἠκούσατε, φησίν, ὅτι ἐρρέθη τοῖς ἀρχαίοις "4οὐ μοιχεύσεις"5; ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ἐμβλέψαι γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν· καί, ὁ λύων μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, οὗτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἤγουν εἰς τὸ πῦρ, ὡς οἱ πατέρες ἑρμνεύουσιν, ἐμβληθήσεται. οἱ δὲ (ὢ τοῦ φοβεροῦ ἀκούσματος) τὴν μοιχείαν τὴν ἐκκήρυκτον νόμου καὶ χάριτος μέχρι καὶ ἐπιθυμίας ἐμβλεμματικῆς τήν τε λύσιν τῆς οὐκ ἐλαχίστης, ἀλλὰ πρώτης εἰπεῖν ἐν τῷ πρακτικῷ καὶ μεγίστης ἐντολῆς, καὶ πρὸς τούτοις τὴν οὐκ ἐπὶ ματαίῳ λῆψιν τοῦ ὀνόματος τοῦ θεοῦ, ἀλλ' ἐπὶ ἀθεμίτῳ τηλικαύτῃ πράξει πονηρᾷ, λέγω δὴ μοιχοζευξίᾳ, λῆψιν τοῦ ὀνόματος τοῦ θεοῦ καὶ μετάληψιν τῶν μυστηρίων Χριστοῦ καὶ στεφανικὴν τοῦ μοιχουργοῦ διαβόλου καὶ ὑπηρέτου αὐτοῦ θεομαχίαν, οἰκονομίαν θεοῦ προσηγόρευσαν, ἀγαθήν τε καὶ σωτήριον τῇ ἐκκλησίᾳ. Βύσωμεν τὰ ὦτα μή ποτε τακῶμεν τῇ βλασφημίᾳ, ὦ ἀδελφοί. καὶ τὸ δικαίωμα αὐτοῖς, ἐπὶ τῶν βασιλέων φησὶ χρῆναι παραβλέπειν τοὺς εὐαγγελικοὺς νόμους. ἴδε ἄλλη ἀντιχριστικὴ προδρομία. καὶ ποῦ τὸ εἷς νόμος ἔσται; καὶ ποῦ τὸ κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι; καὶ ποῦ τὸ πρόσωπον ἀνθρώπου θεὸς