1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

47

διεδέξατο, ἀνὴρ ἱερώτατος καὶ ἐνάρετος. Κύριλλον δὲ ∆ιόσκορος ὁ δυσσεβὴς διεδέξατο, μηδ' ὅλως ὢν διδασκαλικός, ἄγριος δὲ καὶ ἀνήμερός τις, ἐξαιρέτως δὲ ἐν τοῖς συγγενέσι Κυρίλλου γενόμενος, ὡς καὶ τὴν οἰκίαν αὐτῶν καίπερ οὖσαν ἐν ὕψει πολλῶ ἐπάνω τρίστεγον οἶκον καθιερῶσαι. 98 Κόσμου ἔτη ε Ϡμʹ. Τῆς θείας σαρκώσεως ἔτη υμʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. μʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. ιγʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Φλαβιανὸς ἔτη βʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος ∆ιόσκορος ἔτη εʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος ∆όμνος ἔτη ηʹ. ζʹ. Τούτῳ τῷ ἔτει Χρυσάφιος εὐνοῦχος τοῦ τε παλατίου καὶ τοῦ βασιλέως Θεοδοσίου κρατῶν, τῇ Φλαβιανοῦ χειροτονίᾳ φθονήσας, ὑπέθετο τῷ βασιλεῖ ἀκάκῳ ὄντι καὶ εἰς Χαλκηδόνα διάγοντι δηλῶσαι τῷ πατριάρχῃ ἀποστεῖλαι τὰς ὑπὲρ τῆς χειροτονίας εὐλογίας. ὁ δὲ Φλαβιανὸς καθαροὺς ἄρτους ἀπέστειλεν εὐλογίας. ὁ δὲ Χρυσάφιος ἀποστρέψας ταύτας ἐδήλωσε χρυσᾶς εὐλογίας ζητεῖν τὸν βασιλέα. ὁ δὲ ἐπίσκοπος ἀντεδήλου μὴ ἔχειν χρήματα ἀποστεῖλαι, εἰ μή τισι χρήσομαι τῶν ἱερῶν σκευῶν. γίνεται οὖν ἐκ τούτου οὐ μικρὰ λύπη ἐν μέσῳ αὐτῶν, Πουλχερίας ταῦτα μὴ εἰδυίας. καὶ ταῦτα μὲν ἐν Κωνσταντινουπόλει. ἐν Ἀλεξανδρείᾳ δὲ ∆ιόσκορος εὐθὺς ἐκ προοιμίων τοὺς συγγενεῖς Κυρίλλου πορθεῖ καὶ τὰ τούτων ληΐζεται, τὸν δὲ ἀδελφιδοῦν αὐτοῦ Ἀθανάσιον πρεσβύτερον ὄντα καθεῖλεν ἀναιτίως, δημεύσας αὐτὸν ἐσχάτως. ταῦτα ἐποίει ἐναντιούμενος τῇ ὀρθῇ πίστει Κυρίλλου αἱρετικὸς ὢν καὶ ἐξ ἁπαλῶν ὀνύχων τὰ Ὠριγένους φρονῶν. ἐνεῖχε δὲ καὶ Φλαβιανῷ, διότι μικρὰν ἐπικουρίαν παρέσχε τοῖς συγγενέσι τοῦ μακαρίου Κυρίλλου. ὁ δὲ Χρυσάφιος δυσσεβὴς ὢν καὶ μὴ φέρων ὁρᾷν τὴν τῶν ἐκκλησιῶν ὁμόνοιαν σπουδὴν ποιεῖται ταύτας ταράξαι, καὶ παντοῖος γίνεται εἰς τὸ Φλαβιανὸν τῆς ἐπισκοπῆς ἐξεῶσαι, βουλόμενος Εὐτύχην τινὰ ἀρχιμανδρίτην ὁμόφρονα αὐτοῦ εἰς τὴν ἐπισκοπὴν προχειρίσασθαι. καὶ ἐπειδὴ Πουλχερίας κρατούσης τῶν πραγμάτων οὐδὲν ἴσχυσεν, πρῶτον ὑπεισέρχεται τῇ Εὐδοκίᾳ ἀπείρῳ οὔσῃ, καὶ εἰς φθόνον αὐτὴν ἐρεθίζει κατὰ τῆς ἰδίας μητρὸς καὶ ὑποτίθεται αὐτῇ λοιδορῆσαι αὐτὴν παρὰ τῷ βασιλεῖ πρὸς τὸ λαβεῖν αὐτὴν τὸν πραιπόσιτον, ἐπειδὴ ἡ Πουλχερία τὴν διοίκησιν τῶν πραγμάτων ἐκράτει καὶ ἀναγκαίως εἶχε τὸν πραιπόσιτον. ὁ δὲ βασιλεὺς ὑπὸ τῆς 99 γυναικὸς ἐνοχλούμενος διαπέμπεται αὐτῇ λέγων· "μή σε τοῦτο λυπήσῃ· πραιπόσιτον γὰρ ἔχειν σε οὐκ ἔστι δυνατόν· οὐδὲ τὴν ἐμὴν ἀδελφὴν καλῶς διοικοῦσαν καὶ ἐμπείρως καὶ εὐσεβῶς ἐγὼ παραστέλλω." τούτου δὲ ἀποτυχὼν ὁ Χρυσάφιος ἐφ' ἑτέραν μετέρχεται συσκευὴν καὶ ὑποτίθεται τῇ Εὐδοκίᾳ ὀχλῆσαι τῷ βασιλεῖ, καὶ ἐπιτρέψαι τῷ πατριάρχῃ χειροτονῆσαι αὐτὴν διάκονον ὡς παρθενεύειν ᾑρημένην. καὶ ἐπὶ πλεῖον τῆς Εὐδοκίας ὀχλούσης, ἔπεισε τὴν κουφότητα τοῦ βασιλέως. καὶ τοῦτο προτραπεὶς ὁ μακάριος Φλαβιανὸς παρὰ τοῦ βασιλέως ποιῆσαι ἐλυπήθη σφόδρα προβλέπων τὰ μέλλοντα ἐκ τούτου ἀναφυῆναι σκάνδαλα. καὶ τῷ μὲν βασιλεῖ ὑπέσχετο, τῇ δὲ Πουλχερίᾳ ἔγραψε παρακαλῶν αὐτὴν μὴ δεχθῆναι εἰς πρόσωπον αὐτῆς, "ἵνα μὴ ἀναγκασθῶ," φησίν, "τῶν λυπούντων σε πρᾶξαί τι." ἡ δὲ ἐκ τῶν γραφέντων νοήσασα τὸ μελετώμενον τὸν μὲν πραιπόσιτον τῇ Εὐδοκίᾳ ἀπέστειλεν, εἰς δὲ τὸ Ἕβδομον ἐξελθοῦσα ἡσύχαζεν. ἐκ τούτου ὁ βασιλεὺς καὶ ἡ Εὐδοκία σφόδρα κατὰ Φλαβιανοῦ ἐλυπήθησαν ὡς τὸ μυστήριον ἐκκαλύψαντος. τῆς δὲ Πουλχερίας ἡσυχαζούσης, καὶ Εὐδοκίας τὴν βασιλείαν ἰθυνούσης, συνηνέχθη τι τοιοῦτον. Παυλῖνός τις μάγιστρος ἠγαπᾶτο παρὰ τῆς Εὐδοκίας ὡς λογιώτατος καὶ ὡραιότατος, ᾧ τινι συχνῶς ἰδίως συνετύγχανεν. τῇ οὖν ἡμέρᾳ τῶν ἁγίων θεοφανίων προσήγαγέ τις τῷ βασιλεῖ μῆλον μέγα τε καὶ θαυμαστόν. ὁ δὲ βασιλεὺς τοῦτο θαυμάσας ἀπέστειλεν αὐτὸ τῇ Εὐδοκίᾳ, κἀκείνη ἀπέστειλεν αὐτὸ τῷ Παυλίνῳ· ὁ δὲ Παυλῖνος