1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

48

ἄκουε τοίνυν αὐτοῦ τοῦ μεγάλου ∆ιὸς διὰ τὴν τῶν ἀνοήτων ἀνδρῶν ζηλοτυπίαν τὰς διὰ τῆς μεταμορφώσεως λανθανούσας κοινωνίας. ἐν πρώτοις γὰρ τῆς ἀδιαφόρου μίξεως τὴν ὑπονοουμένην τῆς μοιχείας ἁμαρ- τίαν σοφοῖς λῦσαι θέλων, ὁπότε ἔμελλεν γαμεῖν καὶ ὡς ἐπὶ πρώτῃ εὐνῇ κατὰ τοὺς πολλοὺς μοιχὸς εἰδὼς οὐ γινόμενος, διὰ τῆς δοκούσης (ὡς ἔφην) ἁμαρτίας τὸν ἀναμάρτητον γάμον ἐπορίσατο. ἀδελφὴν γὰρ αὑτοῦ Ἥραν οὖσαν γαμεῖ, ὁμοιωθεὶς κόκκυγος πτερῷ, ἐξ ἧς Ἥβη τε καὶ Eἰλείθυια ἐγένετο. τὴν Μῆτιν γὰρ χωρὶς τῆς πρός τινα μίξεως ἀπο- κυίσκει, ὡς καὶ Ἥρα τὸν Ἥφαιστον. ἔτι δὲ μίγνυται ἀδελφῇ τῇ ἐξ Oὐρανοῦ καὶ Θαλάσσης αὐτῷ γενομένῃ ἀπὸ τῆς Κρόνου ἐκτομῆς, <ἐξ ἧς> Ἔρως καὶ Κύπρις, ἣν καὶ ∆ωδώνην λέγουσιν. μίγνυται δὲ καὶ Ἀν- τιόπῃ τῇ Νυκτέως, σατύρῳ παρεικασμένος, ἐξ ἧς Ἀμφίων καὶ Ζῆθος γεγόνασιν. Ἀλκμήνῃ τε τῇ Ἀμφιτρύωνος γυναικὶ συνέρχεται, ὁμοιωθεὶς Ἀμφιτρύωνι τῷ γεγαμηκότι, ἐξ ἧς Ἡρακλῆς ἐγένετο. καὶ Aἰγίνῃ τῇ Ἀσωποῦ πλησιάζει, γενόμενος ἀετός, ἐξ ἧς Aἰακὸς τίκτεται. Ἀμαλθείᾳ δὲ τῇ Φώκου ὁμοιωθεὶς ἄρκτῳ συνευνάζεται. καὶ ∆ανάῃ τῇ Ἀκρισίου χρυσὸς ἐπερρύη, ἐξ ἧς Περσεὺς ἀνέπτη. Καλλιστοῖ τῇ Λυκάονος ἠγριώθη λέων, καὶ ἄλλον τίκτει Ἀρκάδα. Eὐρώπῃ τῇ Φοίνικος διὰ ταύρου συν- ῆλθεν, ἐξ ἧς Μίνως καὶ Ῥαδάμανθυς καὶ Σαρπηδὼν ἐξέφυσαν. Eὐρυ μεδούσῃ τῇ Ἀχελσου μύρμηξ γενόμενος, ἐξ ἧς Μυρμιδών. Ἑρσαίου νύμφῃ γενόμενος γύψ, ἐξ ἧς οἱ ἐν Σικελίᾳ πάλαι σοφοί. εἰμα τῇ γηγε- νεῖ ἐν Ῥόδῳ διὰ ὄμβρου συνῆλθεν, ἐξ ἧς Σπαρταῖος, Κρόνιος, Κύτος. Κασσιέπειαν ἐνύμφευσεν, ὁμοιωθεὶς τῷ γήμαντι Φοίνικι, ἐξ ἧς Ἀγχίνοος αὐτῷ ἐξέφυ. Νεμέσει τῇ Θεστίου τῇ καὶ Λήδᾳ νομισθείσῃ κύκνος ἢ χὴν γενόμενος Ἑλένην ἐτεκνώσατο καὶ αὖθις ἀστὴρ γενόμενος Κάστορα καὶ Πολυδεύκην ἐξέφηνεν. Λαμίᾳ ἐπεμορφώθη ἔποψ. Μνημοσύνην, αὐτὸς εἰκασθεὶς ποιμένι, Μουσῶν ἀποφαίνει μητέρα. Σεμέλην τὴν Κά- δμου πυρσέων γαμεῖ, ἐξ ἧς ∆ιόνυσον τελεῖ. Περσεφόνην αὐτὸς ἐκνυμ- φεύει τὴν θυγατέρα, αὐτὸς ὁμοιωθεὶς δράκοντι, τῇ καὶ γυναικὶ τοῦ ἀδελφοῦ αὐτοῦ Πλούτωνος εἶναι νομισθείσῃ. καὶ ἄλλαις πολλαῖς καὶ δίχα μεταμορφώσεως μίγνυται, ζῆλον τῶν ἀνδρῶν οὐκ ἐχόντων ὡς ἐφ' ἁμαρτίᾳ, ἀλλ' εὖ εἰδότων ὅτι ἀφθόνως ταῖς γυναιξὶν αὐτῶν κοινωνῶν γεννᾷ, χαριζόμενος αὐτοῖς Ἑρμεῖς, Ἀπόλλωνας, ∆ιονύσους, Ἐνδυμίωνας καὶ ὅσους ἄλλους εἰρήκαμεν, ἐκ μίξεως αὐτοῦ κάλλει διαπρεπεστά- τους. καὶ ἵνα μὴ εἰς ἄπειρον ἐξήγησιν τὸν χρόνον δαπανῶ, πάντων μετὰ ∆ιὸς θεῶν ἀφθόνους εὑρήσεις κοινωνίας, οἱ ἀνόητοι δὲ μοιχείας λέγουσι τῶν θεῶν μηδὲ τῶν ἀρρένων τὰς μίξεις φυλασσομένων ὡς αἰσχράς, ἀλλὰ ἐπιτηδευόντων καὶ τοῦτο ὡς εὐπρεπές. αὐτίκα γοῦν αὐτὸς ὁ Ζεὺς Γανυμήδους ἐρᾷ, -Ποσειδῶν Πέλοπος-Ἀπόλλων Κινύρου, Ζακύνθου, Ὑακίνθου, Φόρβαντος, Ὕλα, Ἀδμήτου, Κυπαρίσσου, Ἀμύκλα, Τρωίλου, Βράγχου, Τυμναίου, Πάρου, Ποτνιέως, Ὀρφέως-∆ιόνυσος δὲ Ἀδώνι δος, Ἀμπέλου, Ὑμεναίου, Ἑρμαφροδίτου, Ἀχιλλέως-ὁ δὲ Ἀσκλη- πιὸς Ἱππολύτου-καὶ Ἥφαιστος Πηλέως-Πὰν δὲ ∆άφνιδος-ὁ δὲ Ἑρμῆς Περσέως, Χρύσου, Θέρσου, Ὀδρύσου-Ἡρακλῆς δὲ Ἀβδή-