48
ἀμηρᾶς πολλάκις μηνυθεὶς παρὰ τοῦ πατρικίου Θεοφίλου καὶ στρατηγοῦ καὶ ἰδών, ὅτι οὐδαμόθεν ἔχει ἐλπίδα ζωῆς, ὑπετάγη καὶ κατένευσεν γενέσθαι δοῦλος τῆς βασιλείας ἡμῶν, δοὺς τὸν υἱὸν αὐτοῦ ὄψιδα. Τὸ δὲ Μαστάτον ὑπῆρχεν τῶν Θεοδοσιουπολιτῶν, καὶ ἡνίκα ὁ μάγιστρος Ἰωάννης ἐπολιόρκησεν τὴν Θεοδοσιούπολιν ἑπτὰ μῆνας, διὰ τὸ μὴ δύνασθαι παραλαβεῖν αὐτὴν ἀποστείλας λαόν, παρέλαβεν τὸ αὐτὸ κάστρον τὸ Μαστάτον, καὶ εἰσήγαγεν ἐν αὐτῷ τὸν πρωτοσπαθάριον Πετρωνᾶν τὸν Βόϊλαν, τὸν τότε ὄντα κατεπάνω Νικοπόλεως. Ὁ δὲ μάγιστρος Παγκράτιος συνταξιδεύσας τῷ αὐτῷ μαγίστρῳ ἐν Θεοδοσιουπόλει, ἡνίκα ἔμελλεν ἀναχωρεῖν, παρεκάλεσεν, ἵνα δώσῃ αὐτῷ τὸ τοιοῦτον κάστρον, ποιήσας ἔγγραφον ὅρκον πρὸς αὐτὸν τοῦ ἐπικρατεῖν αὐτὸ καὶ μηδέποτε τοῦτο τοῖς Σαρακηνοῖς ἐπιδοῦναι. Καὶ διὰ τὸ εἶναι αὐτὸν καὶ Χριστιανὸν καὶ δοῦλον τῆς βασιλείας ἡμῶν, πιστεύσας τῷ ὅρκῳ αὐτοῦ, δέδωκεν αὐτὸ τὸν εἰρημένον Παγκράτιον, ὁ δὲ πάλιν ἀπεχαρίσατο αὐτὸ τοῖς Θεοδοσιουπολίταις. Καὶ ἡνίκα παρελήφθη ἡ Θεοδοσιούπολις, ὑπεισελθόντες οἱ Ἴβηρες ἐκράτησαν αὐτό, διότι οὔτε τὸ τοιοῦτον κάστρον τὸ Μαστάτον, οὔτε τοῦ Ἀβνίκου ἔχουσιν ἐξουσίαν ἐπιζητεῖν. Ἀλλ' ἐπειδὴ ὁ κουροπαλάτης πιστὸς καὶ ὀρθὸς δοῦλος καὶ φίλος ἡμῶν ἐστιν, διὰ τὴν αὐτοῦ παράκλησιν ἵνα γένηται σύνορον τῆς Φασιανῆς ὁ ποταμὸς ὁ Ἔραξ, ἤτοι ὁ Φᾶσις, καὶ τὰ μὲν ἀριστερὰ μέρη, τὰ πρὸς τὴν Ἰλλυρίαν, κατέχωσιν οἱ Ἴβηρες, τὰ δὲ δεξιά, ὅσα εἰσὶν πρὸς τὴν Θεοδοσιούπολιν, κἄν τε κάστρα, κἄν τε χωρία εἰσίν, ὦσιν ὑπὸ τὴν βασιλείαν ἡμῶν, τοῦ ποταμοῦ δηλονότι σύνορον ἀμφοτέρων ὑπάρχοντος, καθὼς καὶ ζῶν ὁ μακάριος Ἰωάννης ὁ Κουρκούας περὶ τούτου ἐρωτηθεὶς ἐξεῖπεν συμφέρον εἶναι τὸν ποταμὸν σύνορον. Τὸ μὲν γὰρ ἀκριβὲς δίκαιον οὐδεμίαν ἐξουσίαν παρέχει τῷ κουροπαλάτῃ, εἴτε εἰς τὰ ἔνθεν τοῦ ποταμοῦ, εἴτε εἰς τὰ ἐκεῖθεν διακράτησιν ἔχειν, διότι τὰ τοιαῦτα πάντα χωρία τῶν Θεοδοσιουπολιτῶν τὰ στρατεύματα τῆς βασιλείας ἡμῶν ᾐχμαλώτισαν καὶ ἐπυρπόλησαν, καὶ οὐδέποτε χωρὶς ἡμετέρου λαοῦ Ἴβηρες ἐξῆλθον καὶ ἐπραίδευσαν Θεοδοσιούπολιν, ἀλλ' ἀεὶ φίλους εἶχον αὐτούς, καὶ ἐπραγματεύοντο μετ' αὐτῶν, καὶ τῷ μὲν στόματι ἤθελον πορθηθῆναι τὴν Θεοδοσιούπολιν, τῇ δὲ καρδίᾳ οὐδαμῶς ἐβούλοντο παραληφθῆναι αὐτήν. Ἀλλ' ἡ βασιλεία ἡμῶν, ὡς εἴρηται, διὰ τὴν πρὸς τὸν κουροπαλάτην ἀγάπην ἠθέλησεν γενέσθαι τὸν ποταμὸν τὸν Ἔραξ, ἤτοι τὸν Φᾶσιν σύνορον ἀμφοτέρων, καὶ ὀφείλουσιν ἀρκεῖσθαι εἰς τὴν τοιαύτην διακράτησιν καὶ μηδὲν πλέον ἐπιζητεῖν. 46 Περὶ τῆς γενεαλογίας τῶν Ἰβήρων καὶ τοῦ κάστρου Ἀρδανουτζίου. Ἰστέον, ὅτι ὁ Παγκράτιος καὶ ὁ ∆αυὶδ ὁ Μάμπαλις, ὃ ἑρμηνεύεται "πανάγιος", ὑπῆρχον υἱοὶ τοῦ μεγάλου Συμβατίου, τοῦ Ἴβηρος. Καὶ ἔλαχεν τὸ Ἀρδανούτζι εἰς κληρονομίαν τῷ Παγκρατίῳ, τῷ δὲ ∆αυὶδ ἔλαχεν ἑτέρα χώρα. Ὁ δὲ Παγκράτιος ἐποίησεν υἱοὺς τρεῖς, τὸν Ἀδρανασέρ, τὸν Κουρκένιον καὶ τὸν πατρίκιον Ἀσώτιον, τὸν καὶ Κισκάσην, καὶ διεμέρισεν αὐτοὺς τὴν χώραν αὐτοῦ, καὶ ἔλαχεν τὸ Ἀρδανούτζι τῷ υἱῷ αὐτοῦ, Κουρκενίῳ, κἀκείνου τελευτήσαντος ἀτέκνου, εἴασεν αὐτὸ τῷ ἀδελφῷ αὐτοῦ, Ἀσωτίῳ, τῷ καὶ Κισκάσῃ. Ὁ δὲ πατρίκιος Ἀσώτιος,ὁ καὶ Κισκάσης, ἐπῆρεν γαμβρὸν εἰς θυγατέρα αὐτοῦ τὸν Κουρκένην ἐκεῖνον, τὸν μάγιστρον, ὅστις δυναστεύσας ἀφείλετο ἐκ τοῦ πενθεροῦ αὐτοῦ Ἀσωτίου τὸ Ἀρδανούτζι κατὰ τυραννίδα, καὶ δέδωκεν αὐτῷ εἰς ἀντισήκωσιν τό τε Τυρόκαστρον καὶ τὴν ποταμίαν τοῦ Ἀτζαρά, τὴν οὖσαν σύνορον Ῥωμανίας εἰς Κώλωριν. Εἶχεν δὲ γυναῖκα ὁ πατρίκιος Ἀσώτιος, ὁ καὶ Κισκάσης, τὴν ἀδελφὴν τοῦ μαγίστρου Γεωργίου καὶ ἐξουσιαστοῦ Ἀβασγίας. Καὶ ὅτε ἐγένοντο κατ' ἀλλήλων ὅ τε μάγιστρος Κουρκένιος καὶ ὁ μάγιστρος Γεώργιος καὶ ἐξουσιαστὴς Ἀβασγίας, διὰ τὸ συναγωνίζεσθαι τὸν πατρίκιον Ἀσώτιον τοῦ ἐξουσιαστοῦ Ἀβασγίας δυνηθεὶς ὁ Κουρκένιος ἀφείλετο καὶ τὴν ἀντισήκωσιν, ἣν δέδωκεν αὐτῷ ὑπὲρ τοῦ Ἀρδανουτζίου, καὶ ἐδίωξεν αὐτόν, καὶ ἀπῆλθεν εἰς Ἀβασγίαν. Τελευτήσαντος δὲ τοῦ μαγίστρου Κουρκενίου, κατελείφθη τὸ Ἀρδανούτζι