48
τοῦ νῦν ἀβλασφήμητός ἐστιν καὶ ἀσκυβάλιστος, πονηρῶν ἀπαλλαγεῖσα, δολίων, λοιδόρων, ἀνημέρων, προδοτῶν, μισο κάλων, φιληδόνων, κενοδόξων, ἀπατηλῶν, δοξοσόφων, ἔργον θεμένων διασπείρειν, μᾶλλον δὲ διασκορπίζειν τὰ τοῦ Κυρίου ἀρνία. Σὺ οὖν, ὦ ἐπίσκοπε, σπούδαζε ἅμα τῷ ὑπὸ σὲ κλήρῳ ὀρθοτομεῖν τὸν λόγον τῆς ἀληθείας, ὅτι λέγει Κύριος· «Ἐὰν πλάγιοι πορεύησθε, κἀγὼ πρὸς ὑμᾶς πλαγίως πορεύσομαι.» Καὶ ἀλλαχοῦ· «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» Ὁσίως οὖν πορεύεσθε, ἵνα μᾶλλον ἐπαίνου καταξιωθῆτε ὑπὸ τοῦ Κυρίου ἢ μέμψεως ἐκ τοῦ ἐναντίου. Ὁμόφρονες οὖν ὄντες πρὸς ἀλλήλους, ὦ ἐπίσκοποι, εἰρηνεύετε μετ' ἀλλήλων, ὡς συμπαθεῖς καὶ φιλάδελφοι, καὶ μετὰ ἀκριβείας ποιμαίνετε τὸν λαόν, ὁμοφρόνως διδάσ κοντες τοὺς ὑφ' ὑμᾶς ὁμογνωμονεῖν καὶ τὸ αὐτὸ περὶ τῶν αὐτῶν δοξάζειν, ὅπως μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ ἓν σῶμα καὶ ἓν πνεῦμα, κατηρτισμένοι τῷ αὐτῷ νοΐ καὶ τῇ αὐτῇ γνώμῃ κατὰ τὴν κυριακὴν θέσιν. Καὶ πάντα μὲν ὁ διάκονος τῷ ἐπισκόπῳ ἀναφερέτω, ὡς ὁ Χριστὸς τῷ Πατρί· ἀλλ' ὅσα δύναται, εὐθυνέτω δι' ἑαυτοῦ, λαβὼν παρὰ τοῦ ἐπισκόπου τὴν ἐξουσίαν, ὡς ὁ Χριστὸς παρὰ τοῦ Πατρὸς τὸ προνοεῖν· τὰ δὲ ὑπέρογκα ὁ ἐπίσκοπος κρινέτω. Πλὴν ἔστω ὁ διάκονος τοῦ ἐπισκόπου ἀκοὴ καὶ ὀφθαλμὸς καὶ στόμα, καρδία τε καὶ ψυχή, ἵνα μὴ ᾖ τὰ πολλὰ μεριμνῶν ὁ ἐπίσκοπος, ἀλλὰ μόνα τὰ κυριώτερα, ὥσπερ καὶ ὁ Ἰοθὼρ τῷ Μωϋσῇ διετάξατο, καὶ ἀπεδέχθη αὐτοῦ ἡ συμβουλία. Καλὸν μὲν οὖν ἐστι τῷ Χριστιανῷ ἐγκώμιον πρὸς μηδένα ἔχειν πράγματα· εἰ δὲ ἔκ τινος ἐνεργείας ἢ πειρασμοῦ ἐπισυμβῇ τινι πρᾶγμα, σπουδαζέτω διαλύεσθαι αὐτό, κἂν δέῃ βλαβῆναί τι, καὶ μὴ ἐρχέσθω ἐπὶ κριτήριον ἐθνικόν. Ἀλλὰ μὴν μηδὲ ἀνέχεσθε κοσμικοὺς ἄρχοντας κατὰ τῶν ἡμετέρων δικάζειν· διὰ γὰρ αὐτῶν ὁ διάβολος ἐπιτηδεύει τοῖς δούλοις τοῦ Θεοῦ, καὶ ὄνειδος ἐπεγείρει ὡς μὴ ἐχόντων ἡμῶν ἕνα σοφὸν τὸν δυνάμενον μεταξὺ ἡμῶν βραβεῦσαι τὸ δίκαιον ἢ τὰς ἀντιλογίας διαλῦσαι. Μὴ οὖν γινωσκέτωσαν τὰ ἔθνη τὰς πρὸς ἀλλήλους ὑμῶν διαφοράς, μήτε καθ' ἑαυτῶν μαρτυρίαν παραδέχεσθε τοὺς ἀπίστους, μήτε κρίνεσθε ἐπ' αὐτῶν, μήτε ὀφείλετέ τι τούτοις πρὸς συντέλειαν ἢ φόρον, ἀλλὰ ἀπόδοτε τὰ Καίσα ρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ, οἷον φόρον ἢ κῆνσον ἢ δίδραχμον, ὡς καὶ ὁ Κύριος ἡμῶν δοὺς τὸν στατῆρα