Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἑαυτὸν ἀξιῶν τυχεῖν, διὰ δὲ τὸ θεῖον ὄνομα. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. (A f. 167 b) Κατὰ δὲ διάνοιαν, ἐφεδρεύσαντες αὐτοῦ τῇ ψυχῇ, συνελάβοντο αὐτὸν ἐν τῇ ἁμαρτίᾳ· πολλαὶ γὰρ αἱ τοῦ βίου παγίδες μέχρι τῆς ἐσχάτης ἀναπνοῆς. Ὡς τὴν ψυχὴν οὖν πολεμούμενος, σώμα τος γὰρ τοῖς ἁγίοις ὀλίγη φροντὶς, καὶ πρὸς τῶν ἀπατεώνων τρωθῆναι φοβούμενος, τὸ πνεῦμα παρα τίθεται τῷ Θεῷ, τὰς προνοητικὰς αὐτοῦ δυνάμεις χεῖρας καλῶν. Τῷ δὲ παρόντι ῥητῷ καὶ ὁ Σωτὴρ ἐπὶ τοῦ σταυροῦ προσηλωμένος ἐχρήσατο. Πνεῦμα δὲ, ποτὲ μὲν τὴν διάνοιαν ἡ Γραφὴ καλεῖ· ὡς ὅταν λέγῃ ὁ Ἀπόστολος περὶ τῆς παρθένου· "Ἵνα ᾖ ἁγία πνεύματι καὶ σώματι·" ποτὲ τὴν ψυχὴν, ὡς παρ' Ἰα κώβῳ, "Ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι·" ποτὲ δὲ τὸ συνεζευγμένον τῇ ψυχῇ συνειδὸς, ὡς τὸ, "Τίς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ;" Τὸ δὲ προκείμενον, κατὰ τοὺς τρεῖς νοηθήσεται τρόπους. Ὁ μέντοι ∆αβὶδ παρὰ τῶν πο λεμίων ἁλοὺς, ὑπὸ Θεοῦ λελυτρῶσθαί φησι, καὶ ὡς μηδὲ ψευσθεὶς τῶν ἐλπίδων, οἰκείως Θεὸν ἀλήθειαν αὐτὸν ὀνομάζει. Ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. (A f. 168, C f. 61 b) Εἰ μὲν οὖν τὸ εὐρύχωρον ταυτόν ἐστι τῇ ὁδῷ τῇ πλατείᾳ, ἥτις ἐστὶν ἡ φιληδο νία· εὐχαριστεῖ ὁ δίκαιος διότι ἐν τῷ περιγείῳ τόπῳ τυγχάνων, ἐν ᾧ διὰ τὰς ἐμφωλευούσας κακίας τὸ ζῇν ἐστιν ἐπισφαλὲς, στάσιν ἔσχε τοῦ μὴ τῇδε κἀκεῖσε πρὸς τῶν παθῶν περιφέρεσθαι. Εἰ δὲ ὡς ἐπαινετόν φησι τὸ εὐρύχωρον, ὁμολογεῖ χάριν ὅτι θλιβόμενος οὐ στενοχωρεῖται, πλατυνόμενος καὶ τοῖς πόνοις ἐγκαρτερῶν. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι. (A f. 168, D f. 91) ∆οκεῖ μέν πως οὐ σφόδρα συν ᾴδειν τοῖς ἀνωτέρω στίχοις ἡ τοῦ προκειμένου διά νοια. Ἐρεῖ γάρ τις ἴσως, ὅτι ὁ ἐν εὐρυχώρῳ λέγων τοὺς ἑαυτοῦ στῆναι πόδας, πῶς ἐνθάδε θλίβεσθαί φη σιν, ὥσπερ εἰς λήθην ἐνεχθεὶς ὧν ἔφησε; Τί οὖν ἐροῦ μεν; Αἰσθάνεται μὲν τῆς χάριτος τῆς διὰ Χριστοῦ, καὶ δὴ τεθαύμακε τῆς ἐπικουρίας τὸν τρόπον· ἀλλ' οἷον οὔπω τυχὼν, ἀναμασσᾶται τὰ διηγήματα, καὶ τῶν πρὸ τῆς χάριτος διαμνημονεύει κακῶν, ἵνα καὶ ἔτι μειζόνως ὁ σώσας θαυμάζηται. Τίς δὲ ἡ θλίψις, διεξοδικώτερον ἐκφράζει. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, κ.τ.λ. (A f. 168. b) Κἂν ἐπὶ τὸν ἐξομολογούμενον δὲ ἐν 69.861 τῷ ψαλμῷ λαμβάνηται, τὴν πολλὴν αὐτοῦ τά τε πρὸ τούτων ῥητὰ καὶ τὰ νῦν παρίστησι κάκωσιν. Γέγονα γὰρ, φησὶν, ὄνειδος παρ' ἐχθροῖς, ὡς ἐμαυτὸν κατακόπτων εἰκῆ, καὶ τοῖς γνωστοῖς καὶ γείτοσι φό βος, δεδιόσιν, οἶμαί που, μὴ ἄρα πως καὶ ἀπολοίμην διὰ τὴν ἐν τῇ πρὸς Θεὸν ἐξομολογήσει βλεπομένην ταλαιπωρίαν, καὶ τὴν ὑπερβολὴν ἧς ἐνεδεικνύμην μετανοίας· σάκκῳ καὶ σποδῷ κατατρυχόμενος, καὶ νυκτὸς καὶ ἡμέρας κλαίων, καὶ τοῖς οὕτως ἀνιαροῖς ἐκτηκόμενος πόνοις. Καὶ οἱ θεωροῦντες ἔξω ἀπ' ἐμοῦ πεφεύγασιν, ἀπεγνωκότες μου τὴν σωτηρίαν ὡς ἤδη γεγονότος νεκροῦ· τάχα που μαίνεσθαι λέγοντες, καὶ οὐδὲ ὅλως ἐφίεσθαι τοῦ ζῇν. Ὥστε καὶ εἰς λήθην πέμψαι τὰ κατ' ἐμὲ, οἰηθῆναί τε ὅτι σκεῦός εἰμι ἀχρεῖον καὶ ἀπολωλός. Φευγόντων γὰρ αὐτῶν ἐν λήθῃ γεγένημαι, ὥσπερ ἀμέλει καὶ νεκρός. Ἐδόκουν δὲ καὶ παρεῤῥίφθαι ὥσπερ τῶν σκευῶν τὰ ἀτιμώτατα καὶ τοῦ μηδενὸς ἄξια, καὶ διὰ τοῦτο μὴ ἐπιζητού μενα. Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. (D f. 91 b) Ἀπὸ καρδίας, τουτέστι ἀπὸ τοῦ νοὸς καὶ τῆς μνήμης. Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. (A f. 169) Τάχα δὲ τὸ, Ἤκουσα ψόγον, αἰτία ἐστὶ τῶν ἀνωτέρω ῥηθέντων· ὡς ἂν εἰ λέγοι· Οὐ μάτην ἐμαυτὸν ἐκάκουν, ἀλλὰ διότι οἱ ἀφανεῖς ἐχθροὶ, περι πεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλ λήλους, ὅπως τὴν ἐμὴν ψυχὴν διαρπάσωσι· διὸ τῇ πολλῇ κακώσει, τὸν Θεὸν ἐπεσπώμην εἰς ἔλεον. Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. (A f. 169) Ἢ οἱ παρὰ Θεῷ κλῆροι, περὶ ὧν ὁ θεῖός φησι ∆αβίδ. Τὰ ἐν ἐλπίσιν εἰσὶν ἀγαθὰ τοῖς εὐσεβοῦ σιν ἐπηγγελμένα· ἃ καὶ ἀποδώσει αὐτοῖς [κατὰ] καιρόν. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου. (A f. 169 b) Ἐποπτείας μὲν ἀξιοῖ Θεὸς τὸν ἐπιεικῆ καὶ εὐήνιον καὶ τῷ θείῳ φόβῳ κατεσταλμένον· ἀπο στρέφεται δὲ τὸν δυσάγωγόν τε καὶ δυσμαχῆ, καὶ ἐν οὐδενὶ τιθέμενον τὸ δοκοῦν