48
τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ προβάτα τῆς ποίμνης, ἐντεῦθεν λαβὼν κατὰ τὸν σωτηρίου πάθους καιρὸν πέρας εἰληφέναι ἐδίδαξεν, ὅτε καταλείψαντες αὐτὸν οἱ μαθηταὶ διεσκορπίσθησαν· τούτου δὴ χάριν καὶ ἡμεῖς ἐσημειωσάμεθα τὸ ῥητὸν, ὃ καὶ πολλῆς δεόμενον ἐξετάσεως εἰς ἐπιτήδειον ἀναθησόμεθα καιρόν. Ψ. Τοῦ αὐτοῦ. ΚΗʹ. Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα πολέμου· καὶ παρέσται Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. Καὶ ταῦτα ὑπονοοῦντες περὶ τῆς δευτέρας λέγεσθαι τοῦ Χριστοῦ παρουσίας ἐσημειωσάμεθα. Ψ. Τοῦ ἀγγέλου. ΚΘʹ. Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ∆ιότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Ὥσπερ χεὶρ καὶ 131 δεξιὰ καὶ βραχίων καὶ δύναμις τοῦ Θεοῦ τῶν ὅλων ὁ Λόγος αὐτοῦ ἐν ταῖς θείαις ὠνόμασται γραφαῖς, οὕτως ὁ αὐτὸς καὶ ὄνομα χρηματίζει τοῦ Θεοῦ. Τοῦτο οὖν τὸ θεῖον ὄνομα ὡς ἀπ' ἀνατολῶν ἡλίου καὶ δυσμῶν δεδόξασται ἐν τοῖς ἔθνεσιν, παντί τῳ πρόδηλον ἀπὸ τῶν πανταχόσε χρηματιζόντων κατὰ τὴν τοῦ Χριστοῦ προσηγορίαν· οἳ καὶ ἐν παντὶ τόπῳ πνευματικὸν θυμίαμα καὶ τὴν δι' εὐχῶν καθαρὰν καὶ ἀναίμακτον καὶ λογικὴν θυσίαν διὰ τοῦ κατ' ἀλήθειαν ἀρχιερέως προσάγουσι τῷ Θεῷ· τούτων δὲ τοῦτον λατρευόντων τὸν τρόπον, τὰς σωματικὰς τοῦ προτέρου λαοῦ θυσίας ἀποστραφήσεσθαί φησιν ὁ Θεός· καὶ δὴ σαφὲς πῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν κατ' ἀμφότερα πέρας εἴληφεν ἡ προφητεία· κατά τε τὴν προτέρου λαοῦ ἀποβολὴν ἅμα τε ἀρθείσης ἐξ αὐτῶν κατὰ τὸν ∆ανιὴλ θυσίας καὶ σπονδῆς, καὶ κατὰ τὴν τῶν ἐθνῶν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἐπιστροφήν. Τοῦ αὐτοῦ. Λʹ. Ἡ διαθήκη ἦν μετ' αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν. Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ' ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. Καὶ ταῦθ' ἁρμόζειν ὑπολαμβάνοντες ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐκτεθείμεθα· ἥ τε γὰρ διαθήκη τῆς ζωῆς 132 καὶ τῆς εἰρήνης ἦν μετ' αὐτοῦ· τό τε τοῦ φόβου πνεῦμα μετὰ καὶ τῶν λοιπῶν ἐπ' αὐτὸν ἀνεπαύσατο κατὰ τὸ, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ, λεγόμενον ἐν Ἠσαίᾳ· τοῦτο δὲ καὶ ὁ τῆς ἀληθείας νόμος, οὐχὶ δὲ ὁ τυπικὸς ἐν τῷ στόματι ἦν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· κατὰ γὰρ τὸν Ἠσαίαν ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν χείλεσιν αὐτοῦ· οἷα δὲ συνὼν τῇ πατρικῇ δυνάμει ἐν εἰρήνῃ κατευθύνων ἐπορεύετο μετ' αὐτοῦ, πολλοὺς τῶν πάλαι τὸν Θεὸν μὴ εἰδότων εἰς ἐπιστροφὴν ἄγων· παρ' αὐτοῦ δὲ, ἅτε ἀρχιερέως ὄντος καὶ τὴν περὶ πάντων γνῶσιν διαφυλάττοντος, τὸν θεῖον νόμον ἐξεζήτησάν τε καὶ ἐκζητήσουσιν, οἷς μέλει τῆς κατ' αὐτὸν ἐπιστήμης· αὐτὸς γάρ ἐστιν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, διακονῶν καὶ διαγγέλλων παντὶ γενητῷ τὸ τοῦ Πατρὸς βούλημα. Ψ. Τοῦ αὐτοῦ. ΛΑʹ. Ἰδοὺ, ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ, ἔρχεται, λέγει Κύριος παντοκράτωρ. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἤ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποιὰ πλυνόντων· καὶ καθιεῖται ἀναχωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ διὰ τούτων προφητεύεται, ὁπηνίκα ... ς τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἐξαποσταλεὶς αὐτὸς 133 ὁ Χριστὸς τοῦ Θεοῦ ὁ νῦν λεγόμενος τῆς διαθήκης ἄγγελος ἐπιβλέψεται ὁδὸν πρὸ