48
Χαρρὰν οεʹ ἔτος ἄγων, ὥς φησι πάλιν ἡ γραφὴ ὅτι «Ἀβραὰμ δὲ ἦν ἐτῶν οεʹ, ὅτε ἐξῆλθεν ἐκ Χαρράν.» εἰ τοίνυν τῷ οʹ ἔτει τοῦ Θάρα ἐγεννήθη ὁ Ἀβραάμ, ὅπερ ἐστίν, ὡς πρόκειται, γτιβʹ τοῦ κόσμου ἔτει, καὶ τῷ οεʹ ἔτει μετὰ τὸ γεννηθῆναι αὐτὸν ἐξῆλθεν ἐκ Χαρρὰν θείᾳ προσκλήσει, φανερόν ἐστιν ὅτι τῷ ρμεʹ ἔτει τοῦ Θάρα ἐξῆλθεν ἐκ Χαρράν, ὅπερ συνάγεται ἔτος ἀπὸ Ἀδὰμ γτπζʹ. οὐ γὰρ φαί νεται ἡ γραφὴ τρανῶς φάσκουσα ὅτι μετὰ θάνατον τοῦ Θάρα ἐξῆλθεν ὁ πατριάρχης Ἀβραὰμ ἐκ Χαρράν, εἰ καὶ τὸν περὶ τοῦ θανάτου τοῦ Θάρα λόγον προτάττει καὶ οὕτως ἐπάγει τὸ περὶ τῆς ἐξόδου τοῦ Ἀβραάμ, οὕτω τῆς συνεχείας ἀπαιδευτούσης τοῦ λόγου καὶ τοῦ θεόπτου Μωυσέως, ὡς οἶδεν ὁ χρηματίζων πρὸς αὐτόν, οὕτω σοφῶς φθεγγομένου κρείττω ἢ κατὰ ἄνθρωπον. Ἐπεὶ κατὰ τοῦτο περιεργούντων ἡμῶν εὑρεθήσεται ἐν πολλοῖς ἡ γραφὴ σφαλλομένη ὑπερβατικῶς λέγουσα τὰ πρῶτα ἔσχατα καὶ τὰ ἔσχατα πρῶ τα, ὥσπερ καὶ ἐν ταῖς εὐλογίαις τῶν τριῶν υἱῶν τοῦ Νῶε, ἀρξαμένη μὲν ἀπὸ τοῦ μέσου υἱοῦ αὐτοῦ Ἰάφεθ, ἐλθοῦσα δὲ εἰς τὸν πρῶτον υἱὸν Σὴμ διὰ μέσου τοῦ Χάμ, ὃς ἦν ὕστατος· καὶ αὖθις πρὸ τοῦ εἰπεῖν περὶ τῆς συγ χύσεως τῶν γλωσσῶν καὶ τῆς οἰκοδομῆς τοῦ πύργου, ἡνίκα καὶ Βαβυ λὼν κυρίως ἐκλήθη διὰ τὴν σύγχυσιν, εἰρηκυῖα περὶ τοῦ Νεβρὼδ ὅτι «καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλών»· καὶ ἐν ἄλλοις δὲ πλείοσιν ὑπερβατοῖς εὑρήσεις τὴν γραφὴν χρησαμένην καὶ μηδαμοῦ σφαλλομένην. 106 τὸ γάρ τοι παρά τινων ὡς ἄπορον ἡμῖν προτεινόμενον εἰρῆσθαι τῷ θείῳ Λουκᾷ ὡς ἐκ τοῦ πρωτομάρτυρος Στεφάνου πρὸς τοὺς Ἰουδαίους ὅτι «ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε», καὶ ὅτι κατὰ τοῦτον τὸν λόγον δυοῖν θάτερον ἀνάγκη εἶναι, ἢ τὸν Ἀβραὰμ γεννηθέντα κατὰ τὸν θεῖον Μωυσῆν τῷ οʹ ἔτει τοῦ Θάρα, ὡς ἐν τῷ θανάτῳ αὐτοῦ εἶναι ἐτῶν ρλεʹ πρὸ τῆς εἰς τὴν Χανανίτιδα γῆν πορείας, ἢ οεʹ ἔτος ἄγοντα κατὰ τὴν γραφήν, καὶ μετὰ θάνατον Θάρα, πορευθέντα ἐκ Χαρρὰν εἰς γῆν Χαναναίαν κατὰ τὴν τῶν πράξεων ἀψευδῆ γραφὴν καὶ τὸν λόγον τοῦ μεγάλου πρωτομάρτυρος καὶ ἀποστόλου Στε φάνου μὴ εἶναι οεʹ ἐτῶν, ἀλλ' ρλεʹ, εἴπερ σεʹ ἐτῶν τέθνηκεν ὁ Θάρα· καὶ κατ' ἄμφω τοὺς τρόπους, εἴτε τὴν Γένεσιν εἴτε τὰς πράξεις, ὥς φασιν ἐκεῖνοι, σφάλλεσθαι. προστιθέασι δὲ καὶ τὴν λύσιν τῆς ἀπορίας μηδὲν ἔχουσαν ἀληθὲς ἢ πιθανόν, ὅτι συντομίας χάριν καὶ οὐκ ἀκριβείας εἴρηται τῇ γραφῇ τῷ οʹ ἔτει τοῦ Θάρα γεγεννῆσθαι τὸν Ἀβραὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀρράν, ὡς τότε ἀρξαμένου γεννᾶν τοῦ Θάρα, ἐπεὶ μηδὲ τριδιδύ μους αὐτοὺς ἴσμεν. Καὶ ταῦτα μὲν ἐκεῖνοι καλῶς δῆθεν ἐπαπορήσαντες, ἀπόρως δὲ ἐπιλύ σαντες καὶ ἀλλοτρίως ἀναγκαίας καὶ ἐνδεχομένης ἀποδείξεως· καὶ ἀναγ καίας μὲν ὅτι δεῖ τὰς ἄμφω θείας γραφὰς ὡς θεοπνεύστους ἀληθεύειν καὶ τῷ οʹ ἔτει τοῦ Θάρα τὸν πατριάρχην Ἀβραὰμ ὁμολογεῖν γεγεννῆσθαι καὶ οεʹ ἄγειν ἐν τῇ ἀπὸ Χαρρὰν εἰς τὴν Χαναναίαν γῆν παροικίᾳ ἀναγκαίως καὶ ἀραρότως. τῷ δ' ἀναγκαίῳ συμπεριέχεται καὶ τὸ ἐνδεχόμενον. οὐκοῦν καὶ μετὰ θάνατον τοῦ Θάρα οὕτως ἔχειν ἐνδέχεται σαφῶς τοῖς βουλομένοις τὸν γραφικὸν νοῦν θηρᾶσαι προκειμένου καὶ τὸν ψυχικὸν θάνατον νοοῦσι τεθνάναι πρὸ τοῦ φυσικοῦ διὰ τὸ πρὸς εἰδωλολατρείαν κεχηνέναι καὶ αἰσχροκερδίαν, εἰδωλοποιὸν ὄντα, καὶ μὴ συμπορεύεσθαι τῷ Ἀβραάμ, ἀλλ' ἐπὶ τούτῳ μὲν ἐξελθόντα, καθὼς γέγραπται ὅτι «καὶ ἔλαβε Θάρα τὸν 107 Ἀβραὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Λὼτ καὶ τὴν Σάρραν καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων τοῦ πορευθῆναι εἰς τὴν τῶν Χαναναίων γῆν· καὶ ἦλθεν ἕως Χαρρὰν καὶ κατῴκησεν ἐκεῖ»· μεταμεληθέντα δὲ στῆναι ἐν Χαρρὰν τῇ κατειδώλῳ ἕως τοῦ σεʹ ἔτους τῆς ζωῆς αὐτοῦ, ἐν ᾧ καὶ τέθνη