48
παρὰ σοὶ, βασιλεῦ, ἐπειδὴ σὺ θησαυρὸς αὐτοῦ, καὶ ἡ καρδία τοῦ μεγάλου δομεστίκου ἔσται. τούτου δὲ ὄντος ἀληθοῦς, τῶν ἄλλων πάντων χρημάτων ὡς οὐδενῶν καταφρονήσει. καὶ χωρὶς δὲ τουτωνὶ, ἂν φειδόμενοι τῶν χρημάτων κινδυνεύσητε περὶ τὸ ζῇν, οὐκ εὔδηλον, ὅτι, θανόντων ὑμῶν ἀτίμως, παρ' ἄλλοις ἔσται τὰ χρήματα, ἴσως δὲ καὶ πολεμιωτάτοις; φείδεσθε τοιγαροῦν μήτε σωμάτων μήτε χρημάτων, ἄχρις ἂν τὸν κινηθέντα πόλεμον ᾗ λυσιτελεῖ διάθησθε ὑμῖν. κθʹ. Ἐπὶ τούτοις αὐτῇ χάριτας ὁμολογήσας ὁ βασιλεὺς, ἐξελθὼν ἐβουλεύετο μετὰ τῶν ἐν τέλει, εἰ χρὴ πρότερον ἐπὶ Ἄπρω καὶ Γαρέλλαν, ἢ ἐπὶ τὰς ἀφεστηκυίας ποῤῥωτέρω τῶν 1.139 πόλεων ἐλθεῖν· ὡς τῶν μὲν ἀπωτέρω τὴν μὲν βλάβην ἥσσονα παρεχομένων, εὐαλωτοτέρων δέ· τῶν δὲ μετὰ τοῦ μᾶλλον βλάπτειν καὶ καρτερωτάτων ἀπό τε τῆς τῶν τειχῶν κατασκευῆς καὶ τῆς ἐγκαθιδρυμένης δυνάμεως οὐσῶν. ἐδόκει δὴ ἐπὶ Ἄπρω ἐλθεῖν πρῶτον. καὶ ἄραντες ἐκ ∆ιδυμοτείχου, ἐπεὶ πάντα παρεσκεύαστο, καὶ πρὸς τὸ μισθοφορικὸν τὸ χρυσίον διενεμήθη, ἦλθον ἐπὶ Ἄπρω. στρατοπεδευσαμένων δὲ ἐκεῖ, πέμψας ὁ βασιλεὺς ἠσπάζετο τοὺς ἐπὶ τῶν τειχῶν, καὶ πρὸς τὸ μάχης χωρὶς αὐτῷ ἐπεχείρει παραδιδόναι τὸ πόλισμα πείθειν, οὔτε ἡμαρτηκέναι φάσκων αὐτοὺς οὐδὲν, οὔτε αὐτὸν ὀργίζεσθαι πρὸς αὐτοὺς, ἀλλὰ τὴν αἰτίαν τῆς ἀποστασίας ἐπὶ τὸν βίᾳ κατασχόντα, οὐκ ἐπ' αὐτοὺς εἶναι τοὺς ἠναγκασμένους. διόπερ καὶ εἰ προσχωρήσαιεν ἀμαχεὶ, πολλαῖς εὐεργεσίαις ἀμείβεσθαι εἶναι δίκαιος. οἱ δ' ἐπὶ τοῦ τείχους εὐθὺς οὐδ' ὅλους ἀναμείναντες ἀκοῦσαι τοὺς παρὰ βασιλέως λόγους, κακῶς τε ἔφασκον ἥκειν αὐτὸν, καὶ τοὺς ἀπάτης γέμοντας τουτουσὶ λόγους οὐκ ἐκείνοις, οὔτε δεδοικόσιν οὔτε πρὸς ἀπάτην οὖσιν εὐκόλοις, ἀλλ' ἑτέροις μᾶλλον προσήκειν λέγειν· αὐτοὶ δὲ τῷ τε πεπιστευκότι τὴν πίστιν τηρήσειν, καὶ τὸ φρούριον φυλάξειν ἀσφαλῶς. ὁ βασιλεὺς δ' αὖθις πέμψας ἑτέρους, μὴ τὸ κακῶς παθεῖν συνεβούλευεν ἑλέσθαι μᾶλλον ἐξ ἀβουλίας, ἐνὸν ἔξω τε κινδύνων εἶναι καὶ παθεῖν εὖ. τῶν δὲ ὑβριστικῶς ἀποκριναμένων, καὶ λίθοις καὶ βέλεσι τοὺς ἀπεσταλμένους βαλόντων, ἕτερόν τε μηδένα πρὸς αὐτοὺς ἥκειν παραγγειλάντων, ὡς αὐτὸν ἀποκτενούντων, ἐπεὶ μὴ λόγοις ἑώρα πείθειν δυνατὸς ὢν ὁ βασιλεὺς, 1.140 κλίμακας ἐκέλευσεν ἑτοιμασθῆναι, ἐς τὴν ὑστεραίαν ἐσομένης τειχομαχίας. ὁρῶντες δὲ οἱ ἀπὸ τοῦ τείχους τὰς κλίμακας κατασκευαζομένας, ὡς ἀνηνύτοις ἐπιχειρούντων κατεγέλων, οὐ μόνον τῇ ἀσφαλείᾳ τῶν τειχῶν, ἀλλὰ καὶ τῷ πλήθει τῶν στρατιωτῶν οἰόμενοι περιγενήσεσθαι τοῦ πολέμου. ἦσαν γὰρ οἵ τε ἐκ Βυζαντίου κατὰ συμμαχίαν ἀφιγμένοι, ἱππεῖς μὲν εἴκοσι καὶ διακόσιοι, καὶ πεζοὶ τοξόται τούτων εἴκοσιν ἐλάσσους ἀγαθοὶ τοξεύειν, ὁπλῖται τε οἱ ἐκ μηχανῶν ἀφιέντες βέλη τριάκοντα, ἐξ ὧν εἷς ἐπὶ τῷ εὐστόχως τῶν ἄλλων μᾶλλον διαβεβόητο βάλλειν· ἐγχώριοί τε ἱππεῖς ἑκατὸν ὡπλισμένοι, τοξόται τε οὐκ ὀλίγοι καὶ σφενδονῆται, οὐ μόνον ἐγχώριοι, ἀλλὰ καὶ τῶν περιοίκων πλεῖστοι διὰ τὸν πόλεμον συνελθόντες· καὶ γυμνητεία πολλή. οἷς ἐθάῤῥουν, εἰ μήτι ἄλλο, τὸ γοῦν ἁλῶναι ῥᾳδίως διαφυγεῖν. ἅμα δὲ πρωῒ εἰς τὴν ὑστεραίαν οἵ τε ἔξωθεν καὶ οἱ ἀπὸ τῶν τειχῶν παρετάττοντο πρὸς μάχην. καὶ γενομένης καρτερωτάτης τειχομαχίας, μέχρι μὲν ἑβδόμης ὥρας ἀντέσχον οἱ ἀπὸ τῶν τειχῶν ἀμυνόμενοι προθύμως· ἔπειτα οἱ τοῦ νέου βασιλέως ἀνδρίᾳ τε καὶ τόλμῃ τῶν ἀντιτεταγμένων ὑπερσχόντες καὶ τὰς κλίμακας τοῖς τείχεσι προσερείσαντες, τὸ πόλισμα εἷλον καὶ διήρπασαν αὐτό. δείσας δὲ ὁ βασιλεὺς, μὴ, πάντων χρημάτων διαφθαρέντων, ἀνάστατος γένηται ὁ Ἄπρως, ἐκέλευσε τοὺς καρποὺς μὴ διαφθείρειν, ὅπως ἔχοντες ἀφορμὰς οἱ Ἄπριοι τοῦ ζῇν, μὴ ἐκλίπωσι τὸ ἄστυ. ἀπέθανον μέντοι ἐν τῇ τειχομαχίᾳ πλὴν ἑνὸς ὁπλίτου τῶν ἐκ Βυ 1.141 ζαντίου ἐξ ἑκατέρων μερῶν οὐδεὶς, καὶ τούτου μετὰ τὴν μάχην ὑπὸ Λατίνου τινὸς ἀποκτανθέντος, ὅτι αὐτός τε καὶ πλείους ἕτεροι ἐτραυματίσθησαν ὑπ' αὐτοῦ· τραυματίαι δ' ἐγένοντο καὶ ἑκατέρωθεν οὐκ ὀλίγοι. τούς τε ἐκ Βυζαντίου ἱππέας τε καὶ πεζοὺς δήσαντες οἱ στρατιῶται εἶχον· εἰς τρίτην δὲ ἡμέραν τοὺς αἰχμαλώτους