48
σωματοφυλάκων Βαναίᾳ κτεῖναι τὸν ̓Αδωνίαν προσέταξε. τῷ δὲ ̓Αβιάθαρ εἰς τὴν ἐνεγκαμένην πορευθῆναι ἐπέταξε καὶ διάγειν ἐν τοῖς ἀγροῖς. "θανάτου γάρ" φησι "ῥύεταί σε ὁπόσα μου συνέκαμες τῷ πατρί." καθὼς ουν τῷ ̓Ηλεὶ προείρηκεν ὁ θεός, ἀφῄρητο ἡ τῆς ἱερωσύνης τιμὴ ἐξ οικου ̓Ιθάμαρ καὶ πρὸς Σαδὼκ μεταπέπτωκεν, ἐκ τοῦ γένους οντα τοῦ Φινεές. ὁ δὲ στρατηγὸς ̓Ιωὰβ ταῦτα μαθὼν καὶ περιδεὴς γεγονὼς τῷ θυσιαστηρίῳ προσπέφευγε, καὶ καλούμενος οὐκ αν ποτε ἐξελθεῖν ειπεν, ἀλλ' αὐτοῦ τεθνήξεσθαι καὶ οὐκ αλλοθι. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν πέπεικε στεῖλαι κἀκεῖ τὸν ̓Ιωὰβ ἀνελεῖν. ἐντεῦθεν Βαναίας μὲν πάσης τῆς δυνάμεως προκεχείριστο στρατηγός, Σαδὼκ δὲ τῆς ἀρχιερωσύνης ἠξίωτο. τὸν δέ γε Σεμεεὶ ὁ βασιλεὺς ἐν ̔Ιερουσαλὴμ περιώρισεν ωστε ταύτης μὴ ἐξιέναι· εἰ δ' ου, θάνατον αὐτῷ τὸ ἐπιτίμιον εταξεν. ὁ δὲ μετὰ ετη τρία δούλων αὐτοῦ φυγόντων ἐπὶ ζήτησιν αὐτῶν ἐξελήλυθε· καὶ τοῦτο γνοὺς Σολομὼν ἀναιρεθῆναι τὸν ανδρα ἐκέλευσεν. Αγεται δὲ Σολομὼν εἰς γυναῖκα θυγατέρα Φαραώ, καὶ τὰ τείχη τῶν ̔Ιεροσολύμων ἐπὶ μεῖζον ηρε καὶ ὀχυρώτερα κατεσκεύασε. καθ' υπνους δὲ χρηματίσας 1.121 αὐτῷ ὁ θεὸς ειπεν αὐτῷ αἰτῆσαι ο βούλοιτο· ὁ δὲ σύνεσιν καὶ φρόνησιν ῃτησε δοθῆναι αὐτῷ. καὶ ὁ θεὸς ἀποδεξάμενος αὐτὸν τῆς αἰτήσεως, καὶ σοφίαν δώσειν αὐτῷ καὶ μέγαν νοῦν ἐπηγγείλατο ὡς οὐχ ἑτέρῳ πρὸ αὐτοῦ η τινι τῶν μετ' αὐτόν, προσθεῖναι δὲ καὶ απερ οὐκ ῃτησε, πλοῦτον καὶ νίκην καὶ ευκλειαν, εἰ φυλάξει τὰς αὐτοῦ ἐντολὰς καὶ τὰ δικαιώματα. Μετὰ ταῦτα δύο προσῆλθον αὐτῷ γυναῖκες· ων ἡ μία "βασιλεῦ" εφη, "ἀλλήλαις ἡμεῖς συνῳκοῦμεν καὶ οὐδεὶς μεθ' ἡμῶν. ἐτέκομεν δὲ αμφω κατὰ τὸν αὐτὸν καιρὸν αρρενα. καὶ μετὰ μικρὸν αυτη τῷ αὐτῆς ἐπιπεσοῦσα υἱῷ νεκρὸν διυπνισθεῖσα ευρεν αὐτόν. καὶ τὸ μὲν τεθνηκὸς ὑπνούσης ἐμοῦ ὑποτίθησι ταῖς ἀγκάλαις μου, τὸ δὲ ζῶν ἐξ ἐμοῦ ἀφελοῦσα ὡς ἑαυτῆς ᾠκειώσατο. καὶ γνοῦσα τὸ δρᾶμα ζητῶ τὸν παῖδα· ἡ δέ μοι οὐ δίδωσιν." ἡ δ' ἑτέρα τὸ ζῶν ειναι τὸ ἑαυτῆς παιδίον ἀπισχυρίζετο, τῆς δ' ἀντιδίκου τὸ τεθνηκός· καὶ ἐπὶ τοσοῦτον κακουργίας μὴ προβῆναι διώμνυτο. ἀπορούντων δὲ τῶν περιεστηκότων πῶς αν διευκρινηθείη τὸ ἀληθές, ὁ βασιλεὺς διχῇ τμηθῆναι μαχαίρᾳ τὸ παιδίον τὸ ζῶν ἐκέλευσε καὶ ἀνὰ μέρος δοθῆναι ἑκατέρᾳ τῶν γυναικῶν. τοῦτο ἡ μὲν ἀληθὴς τοῦ βρέφους μήτηρ βαρέως ηνεγκε, καὶ παρῃτεῖτο τὴν ψῆφον, καὶ δοθῆναι ζῶν τὸ παιδίον τῇ ἀντιδίκῳ ἱκέτευεν· ἡ δὲ ψευδῶς ἑαυτὴν μητέρα τοῦ παιδὸς ὀνομάζουσα καὶ ἐπῄνει τὴν κρίσιν καὶ ἐπέσπευδε τὴν διαίρεσιν. καὶ ὁ βασιλεὺς δοθῆναι ζῶν τὸ παιδίον προσέταξε τῇ παραιτουμένῃ τὴν ἐκείνου διαίρεσιν, "αυτη" φήσας "ἡ τούτου μήτηρ ἐστίν, η τοῦ παιδὸς σφαγῆναι μέλλοντος ὑπερήλγησε." τοῦτο πᾶς ὁ λαὸς ἀκριβὲς τεκμήριον εσχηκε τῆς τοῦ βασιλέως φρονήσεως. 1.122 Πάντας δὲ τοὺς πρὶν εἰς σοφίαν καὶ φρόνησιν ὑπερβέβηκε. συνέταξε δὲ τρισχιλίας παραβολὰς καὶ πεντακισχιλίας ᾠδάς, καὶ ἀπὸ τῆς κέδρου εως ὑσσώπου συνεγράψατο, καὶ περὶ φύσεως ζῴων τῶν τε πεζῶν καὶ ἀερίων καὶ τῶν νηκτῶν καὶ τῶν ἰδιωμάτων αὐτῶν ἐξήτασε καὶ ἐφιλοσόφησε, καὶ κατὰ τῶν δαιμόνων ἐξεύρηκεν ἐπῳδὰς εἰς ἀνθρώπων ὠφέλειαν· καὶ τρόπους κατέλιπεν ἐξορκώσεων, αις τὰ δαιμόνια ἐδιώκοντο. καὶ ταύτην τὴν θεραπείαν φησὶν ὁ ̓Ιώσηπος μέχρις ἐκείνου ἰσχύειν· καί τι διηγεῖται τοιοῦτον, τὸν λόγον πιστούμενος. ̓Ελεάζαρ τῶν ὁμοφύλων λέγει κεκτῆσθαί τινα δακτύλιον εχοντα ὑπὸ τὴν σφραγῖδα ῥίζαν ἐξ ων ὑπέδειξε Σολομών. καὶ τοῦτον ταῖς ῥισὶ τοῦ δαιμονῶντος προσφέρειν, καὶ τῇ ὀσφρήσει διὰ τῶν μυκτήρων τοῦ πάσχοντος ἐξέλκεσθαι τὸ δαιμόνιον. ειτα τοῦ Σολομῶντος μεμνημένον ἐπῳδάς τε λέγειν ἐξ ων ἐκεῖνος συνέθετο καὶ ἐξορκοῦν τὸ δαιμόνιον μηκέτι ἐπανελθεῖν εἰς τὸν ανθρωπον. τοῦτο καὶ Οὐεσπασιανοῦ καὶ τῶν υἱῶν ἐκείνου ἐνώπιον λέγει ποιῆσαι τὸν ̓Ελεάζαρ· καὶ διδόντα τῆς κατὰ τῶν δαιμόνων ἰσχύος ἀπόδειξιν τιθέναι ποτήριον πλῆρες υδατος, καὶ ἐπιτάσσειν τῷ δαίμονι ἐξερχομένῳ τοῦ πάσχοντος ἀνατρέψαι αὐτό· καὶ ἀνατρέπεσθαι τὸ ποτήριον μηδενὸς ὁρῶντος τὸν ἀνατρέποντα. Ηρξατο δὲ τῆς