48
̓Αντάμειψισ. ἀνταπόδοσις. ̓Αντέκτισισ. ὁμοίως. ̓Αντίπηξ. τὸ κιβώτιον. παρὰ τὴν ἀντὶ πρόθεσιν καὶ τοῦ πήσσω τὸ πηγνύω. ̓Αντυγχόνοιαι. οἱ τοῦ αρματος τροχοί. alpha.187 ̓Αντιέαρι. πόλις Σάρδεων. ̓Ανόπαια. ορνις. ορνις δ' ὡς ἀνόπαια- παρὰ τὸ τὴν ὀπὴν, ὀπαία, καὶ ἐν συνθέσει ἀνόπαια. καὶ ἐκδέχονται τὴν καπνοδόκην. Κράτης δέ φησι τὴν τετριμμένην κεραμίδα ἐπὶ τῆς ὀροφῆς. Ανοισισ. ἡ ἀνακόμισις. ανυσις δὲ, ἡ τελείωσις, ψιλόν. Ανυσισ. πόλις Αἰγύπτου. ὁ πολίτης ̓Ανυσίτης. ὡς Ασις, ̓Ασίτης. ̓Ανυστικωτέρα. ἐνεργητικωτάτη. -ἐν ἐνίοις καιροῖς ἀνυστικωτέρα. * ̓Ανυμέναιοσ. ἡ μὴ εχουσα ανδρα.* Ανωλοσ. πόλις Λυδίας. ἀπὸ ̓Ανώλου, τοῦ ̓Ασίου παιδός. οἱ πολῖται Ανωλοι, καὶ τὸ θηλυκὸν ̓Ανωλιάς. ̓Ανωγή. παρακέλευσις. ̓Ανακάθαρσισ. διάνοιξις, διασάφησις. ἐπίλυσις, διακρίνησις. ̓Ανακεφαλαίωσισ. τὴν σύντομον τῶν πραγμάτων μεταβολήν. ὁ ̓Απόστολος· ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. ̓Ανδάχνη. χοιροβότανον. ̓Ανάδικοι κρίσεισ. αἱ ανωθεν δικαζόμεναι. (Οὐδέτερον.) ̓Ανάβραστα. τὰ ἑψημένα. ̓Αριστοφάνης· καὶ κρέα γε πρὸς τούτοις ἀνάβραστ' εικοσιν. ̓Ανάγαια καὶ ἀνάγαιον. οικημα. alpha.188 * ̓Ανώγεον. τὸ οικημα.* ̓Ανάγραπτον. τὸ πᾶσιν ἐγνωσμένον, τὸ φανερῶς γεγραμμένον. ̓Αναγωγότερον. ἁμαρτητικώτερον, ἀτακτότερον. ̓Ανάδικα. τὰ ηδη κριθέντα. ἀνάδικα τὰ δεδικασμένα ποιῶν αἰσχροκερδείας ἡσσώμενος. ̓Ανάθεμα. τὸ τῷ θεῷ ἀνατιθέμενον. λέγεται καὶ ἀνάθημα. γράφεται δὲ καὶ ἀνάθεμα. ηγουν ὁ κεχωρισμένος εστω τοῦ θεοῦ. ̓Ανάκαιον. τὸ δεσμωτήριον. ουτως ̓Ισαῖος ἐν τῷ πρὸς Ερμονα περὶ ἐγγύης· ̔Ερμοκράτης δὲ εἰς τὸ ἀνάκαιον ἐνέβαλε, φάσκων ἀπελεύθερον ειναι. ̓Ανάκειον. ορος. καὶ τῶν ∆ιοσκούρων ἱερόν. ̓Ανακλητικόν. μέλος σάλπιγγος. εσω ἀναμένων τὸ ἀνακλητικὸν, ἐκ τοῦ βίου ευλυτον ων. ̓Ανάκτορα. τὰ ἱερὰ η τὰ βασίλεια. ̓Ανάλημμα. υψωμα, στήριγμα. κατανοήσας τὸ βάρος τῶν ἀναλημμάτων, καὶ ὡς ἀδύνατόν ἐστιν ἀλεῦσαι τὰ τείχη, ἐκ χειρὸς τὴν μάχην ἐποίησεν. ̓Ανάλογον. τὸ εχον μεγέθη πρὸς αλληλα. καὶ ἀνάλογον ἀντὶ τοῦ ὁμοίως. -οἱ δὲ στρατιῶται γενναῖοι ὀφθῆναι καὶ τῷ ισῳ ἀξιώματι ἀναλογοῦντες. ̓Αναλογώτερον. τὸ ὑψηλότερον, τὸ σοφότερον, τὸ ἀναλογικώτερον. Αναλτον. Ομηρος καὶ Κρατῖνος ἀντὶ τοῦ ἀπλήρωτον. ̓Αναμίλλητον. ἀφιλόνεικον. alpha.189 ̓Αναπεπαυμένα χωρία. πεδία, κάμποι. ̓Ανάστημα. ἡλικίας εὐθύτης. θαυμαστὸν ὁ θεὸς τῷ Μωσεῖ τὸ τῆς ἡλικίας ἐξῇρεν ἀνάστημα. ̓Ανάστημα ψυχῆσ. τὸ πρὸς τὰς ἀρετὰς ἐπιτεταμένον καὶ σύντονον ἰδίωμα. ̓Ανάτλημα. *ἀνάστημα. ἀνάτλημα·* ὑπομονὴ, καρτερία. ̓Ανάφορον. ξύλον ἀμφίκοιλον, ἐν ῳ τὰ φορτία ἐξαρτύσαντες οἱ ἐργάται βαστάζουσιν. ̓Αριστοφάνης· φέρε σύ τ' ἀνάφορον ὁ παῖς. ̓Ανακαλυπτήρια. δῶρα διδόμενα ταῖς νύμφαις, οταν πρῶτον ἀνακαλύπτωνται ἐν τῇ ἑστιάσει τῶν γάμων τοῖς ἀνδράσι καὶ τοῖς ἑστιωμένοις ὁρώμεναι. ̓Ανάστρῳ. ἀφεγγεῖ. ̓Αναμφήριστον. τὸ ἀναμφίβολον. ̓Αναφαίρετον. ἀΐδιον. ἀπὸ τοῦ ἀφαιρῶ, ἀφαίρετον καὶ ἀναφαίρετον, πλεονασμῷ τοῦ ˉν. ὡς ἐπὶ τοῦ ἀναιδής. τὸ δὲ ἀφαιρῶ ἐκ τοῦ αἱρῶ τὸ λαμβάνω. Αναντεσ. τὸ ἀνωφερές. Αναλκεσ. ἀσθενὲς, ἀδύνατον. ̓Ανδρολήψιον. ἐγκλήματος ειδος. ἐὰν εξω τῆς ̓Αττικῆς ἀνὴρ ̓Αθηναῖος ἐτελεύτησε καὶ μὴ ἐξεδίδουν οἱ ἐν ἐκείνῃ τῇ πόλει, ἐν ῃ τὸ εργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ ειναι, ἐφεῖalpha.190 το ἐκ τοῦ νόμου τρεῖς τῶν ἐκείνου πολιτῶν αγειν εἰς ̓Αθήνας δίκην ὑφέξοντας. καὶ τοῦτο ἀνδρολήψιον καλεῖται. ̓Ανδράγρια. τὰ ἀπὸ τῶν νεκρῶν σκύλα, οτι ἀπὸ ἀνδρῶν ἀγρεύεται, ὡς τὰ ζωάγρια. ̓Ανδρόκμητα. ατινα μετὰ καμάτου ανδρες ἐποίησαν. η ἀπὸ τοῦ θανεῖν, ἐφ' ῳ ἀνὴρ κεκμηκὼς κεῖται. καμόντας γὰρ τοὺς τετελευτηκότας ελεγον. ̓Ανδράποδον. ὁ δοῦλος. ειρηται καὶ ὁ ποῦς ὁ ἐν ἀνδράσιν ἀπὸ τοῦ ὑποκειμένου μέρους τῷ ολῳ· ὑπόκειται γὰρ τῷ δεσπότῃ ὁ οἰκέτης, καθάπερ ὁ ποῦς τῷ ἀνωτέρῳ καὶ ολῳ σώματι. ̓Ανδρείκελον. ομοιον ἀνδρί. σημαίνει δὲ καὶ τὸ μίγμα τῶν ζωγράφων, ο καλεῖται χρωμάτων κρίσις. Ανδηρα. τὰ χείλη τοῦ ποταμοῦ, ηγουν τὰ χώματα τὰ ἀνέχοντα τὸν ποταμόν. παρὰ τὸ ανω ειναι τῶν διερῶν.