προτέτακται τῆς χάριτος ὁ νόμος, ὥστε τις ἑτοιμότερος καὶ φιλανθρωπότερος εἰς ἄφεσιν ἁμαρτημάτων τοῖς ἁμαρτάνου σιν, οὓς καθ' ἑκάστην ἡμέραν διὰ τοῦ βαπτίσματός τε καὶ τῆς τῶν ἀλόγων θυσίας τῆς μέμψεως ἀπολύει, νῦν δὲ ἐν τῇ προκειμένῃ ἐρωτήσει ·ανὶς οὐχ ὑπολέλειπται τῷ νόμῳ φιλαν θρωπίας, ἀλλὰ συνέζευκται αὐτῷ τὸ ἀσύγγνωστον, κίνδυνον ἐπάγον τῷ ἡμαρτηκότι ἀπαραίτητον; Καὶ πρὸς μὲν τὸ μὴ ἀνεπισήμαντον καὶ τῶν ἐρωτήσεων τὴν ἐναντίωσιν εἰρήσθω ταῦτα· πρὸς δὲ τὴν ἐρώτησιν ἀποκρινόμεθα, ὅτι εἰ καὶ ὁ νόμος τὸ ἀσύγγνωστον ἔχει, ἀλλὰ καὶ ἡ χάρις μετάνοιαν δέδωκε τῷ ἡμαρτηκότι. Τὸ γὰρ Aἱ χεῖρες ὑμῶν αἵματος πλήρεις, ἀλλὰ λούσασθε καὶ καθαροὶ γένεσθε, καί, ἐὰν ὦσιν αἱ ἁμαρ τίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὸ Oὐ βού λομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, φωναί εἰσι τῆς θείας χάριτος ἁμαρτωλοὺς καλοῦσαι εἰς εὐπάθειαν τοῦ νόμου, διὰ μετανοίας εἰληφότας τῶν προη μαρτημένων τὴν συγγνώμην. Ἀγαθὴ μὲν οὖν ἐστιν ἡ συγ γνώμη καὶ τῆς θείας χάριτος δῶρον, οὐκ ἔστι δὲ οὐδὲ κατὰ τὸν νόμον οὐδὲ κατὰ τοῦ νόμου, ἀλλ' ὑπὲρ τὸν νόμον καὶ ὑπὲρ τοῦ νόμου· ὑπὲρ τὸν νόμον μέν, ὅτι χάρις, ὑπὲρ τοῦ νόμου δέ, ὅτι διὰ μετανοίας ἄγει τοὺς ἁμαρτωλοὺς εἰς εὐπάθειαν τοῦ νόμου, καθάπερ καὶ τὸν ∆αυΐδ. Ἐρώτησις ρε. Eἰ πᾶσι μὲν ἀνθρώποις διὰ τὸ ἀσθενὲς τῆς φύσεως ἀναγ καία ἡ διὰ τῆς εὐχῆς ὑπάρχει βοήθεια, ταῦτα δὲ οὐ πρόσεστι τῷ δεσπότῃ Χριστῷ, οἷα δεσπότῃ καὶ ἀρκοῦσαν πρὸς πάντα κεκτημένῳ τὴν δύναμιν, διὰ τί τῶν ἀποστόλων συχνότερον ὑπὸ τῆς γραφῆς τὸν Χριστὸν μανθάνομεν προσευχόμενον; Ἀπόκρισις. Ὥσπερ πεινάσας ὁ κύριος καὶ διψήσας καὶ κοπιάσας, δακρύσας τε καὶ ἱδρώσας, καίτοι δυνάμενος διὰ περιουσίας δυνάμεως μηδὲν τούτων ὑπομένειν, διὰ δὲ τὸ παρέχειν γνώ ρισμα τῆς ἀνθρωπίνης αὑτοῦ φύσεως ἑκουσίως ὑπέμεινε τὰ τῆς φύσεως ἀσθενῆ, οὕτως καὶ τὸ εὔξασθαι διὰ τὴν αὐτὴν αἰ τίαν. Eἰ γὰρ ἑκουσίως ὑπομεμενηκότος αὐτοῦ τὰ ἀσθενήματα τῆς ἑαυτοῦ φύσεως τολμῶσί τινες λέγειν μὴ ὑπάρχειν αὐτὸν τῆς ἡμετέρας φύσεως, πῶς οὐκ ἂν ἔλεγον αὐτὸ τοῦτο μετὰ τῆς περιουσίας τῆς ἀποδείξεως, εἰ συνέβη αὐτῷ μηδαμῶς αὐτὸν εὔξασθαι τῷ θεῷ καὶ πατρί; Καὶ ἐπειδὴ περὶ τῶν ἀποστό λων οὐδεμία γέγονεν ἀμφιβολία εἰ ἄνθρωποι ἦσαν, περὶ δὲ τοῦ σωτῆρος ἔμελλε γίνεσθαι ἀμφιβολία, διὰ τοῦτο συχνότερον αὐτῶν τε καὶ τῶν λοιπῶν ἀνθρώπων καὶ τὸ εὔξασθαι αὐτὸν κατήγγειλεν ἡ θεία γραφή. Eἰ γὰρ τῶν τῆς σαρκὸς ἀσθενειῶν ἀνώτερος διὰ τῆς ἀναστάσεως γενόμενος ὡς ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν ἐντυγχάνει τῷ θεῷ ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλ λον ἔτι ὑποκειμένου αὐτοῦ τῇ ἀσθενείᾳ τῆς σαρκὸς ἐδεῖτο με γάλης κραυγῆς καὶ ἰσχυρᾶς καὶ δακρύων, μεθ' ὧν τὴν δέησιν προσέφερε τῷ δυναμένῳ ·ύσασθαι αὐτὸν ἐκ θανάτου; Ἐρώτησις ρ.