1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

48

ἐπεκλήθη· Αὔ γουστον δὲ οἱ Ῥωμαῖοι κατὰ τὴν πάτριον σημασίαν καλοῦσι τὸν κατ' οἰωνὸν καὶ θεῶν μαρτυρίαν προαγόμενον εἰς βασιλείαν. ὅτι μετὰ πολλὰς ὅσας ἀρίστας αὐτοῦ πράξεις ὁ Αὔγουστος τὸν ἀπὸ τῆς μετοπωρινῆς ἰσημερίας πεντεκαιδεκαετῆ κύκλον εἰσήγαγε καὶ τούτῳ τοῖς φιλοσοφοῦσιν ἑπόμενος, οἵ φασι τὴν ἰσημερινὴν ὥραν συνεστάναι ἐκ δεκαπέντε μοιρῶν. ὅτι οἱ Ῥωμαῖοι Αὔγουστον τὸν μῆνα ὠνόμασαν εἰς τιμὴν τοῦ Αὐγούστου Καίσαρος ἀποθανόντος ὥς φασι κατὰ τὴν ἑκκαιδεκάτην τοῦ τοιούτου μηνός. 4.112 Ὅτι Αὔγουστος τὸν τοῦ Σοφοκλέους Αἴαντα εἰς τὴν πάτριον φωνὴν μετήνεγκεν· εἶτα ἀκμαζούσης αὐτῷ μετὰ τὴν πρακτικὴν καὶ τῆς ἐκ λόγων ἀρετῆς, ὡς ἀναξίαν ἐκ παραβολῆς πρὸς Σοφοκλέα τὴν ἑαυτοῦ διεγίνωσκε τραγῳδίαν, ταύτην ἐξήλειψεν. εἶτα ἐρωτηθεὶς πρὸς τοῦ Κικέρωνος, παρ' ᾧ μετὰ σπουδῆς ἐπαιδεύετο· «ποῦ τυγχάνει ὁ παρὰ σοῦ γραφόμενος Αἴας;» ἀστείως ἅμα καὶ νουνεχῶς ἀπεκρίνατο, σπόγγῳ τὸν ἑαυτοῦ Αἴαντα, καθάπερ σιδήρῳ τὸν τοῦ Σοφοκλέους, ἐπιπεσεῖν. καὶ τοσαύτη τις αὐτῷ φροντὶς οὖσα περὶ λόγους ἐτύγχανεν, ὡς ἄρχοντος ἀπαιδεύτου γράψαι πρὸς αὐτὸν δημοσίαν τολμήσαντος ἐπιστολὴν οὕτως ἀγανακτῆσαι, ὡς παραλῦσαι τῆς ἀρχῆς τὸν ἀπαίδευτον. καὶ μέτρον δὲ καὶ ὅρον ταῖς τε εὐωχίαις καὶ ταῖς προιξὶν ἔθηκε, πρῶτος ἐπὶ τῇ ἑαυτοῦ θυγατρὶ τοῦτο ποιήσας. τῆς δὲ τῶν ὑπηκόων ἐλευθερίας τοσοῦτον ἐφρόντιζεν, ὥστε τινὸς τῶν κολάκων ἐπὶ τῆς βουλῆς δεσπότην αὐτὸν ὥσπερ ἐν ὑπεροχῆς τρόπῳ καλέσαντος, αὐτὸς ἐξαναστὰς· «ἐγὼ δέ», ἔφη, «ἐλευθέροις, ἀλλ' οὐ δούλοις ἔμαθον διαλέγεσθαι». 4.113 Ὅτι ὁ Χάρης φησί· δαπάνην ἄκαιρον μηδαμοῦ προσίεσο, γαστρὸς δὲ πειρῶ πᾶσαν ἡνίαν κρατεῖν. 4.114 Ὅτι οἱ Γάλλοι διὰ τῶν ὑπονόμων ἐπελθόντες τῇ Ῥώμῃ νυκτὸς κατέσχον τὸ Καπετώλιον· τοιούτους γὰρ τοὺς ὑπονόμους τῆς Ῥώμης Σέρβιος Τοῦλλος κατεσκεύασεν ὁ ῥῆξ, ὡς ἅμαξαν πλήρη χόρτου δύνασθαι δι' αὐτῶν παρενεχθῆναι. τῶν δὲ ἐν τῷ ἱερῷ χηνῶν ἰδόντων τοὺς πολεμίους καὶ ἀνακλαγξάντων-καὶ γὰρ ἄγρυπνος ἡ φύσις αὐτοῖς- ὁ στρατηγὸς διαναστὰς ἐξώθησε τοὺς βαρβάρους ἐκ τοῦ ἱεροῦ· εἶτα καὶ δυνάμεως συναχθείσης κατέστρωσεν· ἔνθεν ἑορτὴν μὲν καὶ τιμὰς τῶν χηνῶν, ἀνθ' ὧν ἐφύλαξαν τὴν πόλιν, ὄλεθρον δὲ τῶν κυνῶν. τῇ γὰρ πρὸ τριῶν Νωνῶν Αὐγούστων ἀνῄρουν ἀκωλύτως ἐν Ῥώμῃ τοὺς κύνας εἰς τιμὴν τῶν χηνῶν, ὅτι τὸ Καπετώλιον οἱ μὲν κύνες προέδωκαν ὑπνώσαντες, οἱ δὲ χῆνες ἐγρηγορότες διέσωσαν. οἱ δέ φασιν, ὅτι τοῦτο ἐποίουν, ἵνα μὴ ὀχληροὶ τοῖς νοσοῦσι νυκτὸς γίνωνται· οἱ δέ, ἵνα μὴ λυττῶντες τοὺς ἀνθρώπους βλάπτωσι· τηνικαῦτα γὰρ ὁ σείριος ἀνατέλλει, ὃς καὶ δοκεῖ τῆς λύττης αὐτοῖς αἴτιος εἶναι. 4.115 Ὅτι πολὺ ἐν τῷ βάθει τῆς γῆς ἐπινοστοῦν τὸ κατάγειον πῦρ τὴν πιμελώδη νέμεται οὐσίαν· αὕτη δ' ἐστὶ στυπτηρία ἢ θεῖον· ἡ γὰρ ἄσφαλτος κεκαυμένον ἐν γῇ καὶ ἐναποσβεννύμενον θεῖόν ἐστι· τούτου γὰρ τὸ μὲν ἐπ' ὀλίγου διακαέν, ἅτε παραχρῆμα διασβεννύμενον, ὑγροτέραν τε καὶ πιμελωδεστέραν ἐργάζεται τὴν ἄσφαλτον, οἵα τὰ κατ' Αἴτνην καὶ κατὰ τὴν ἐν Ἰουδαίᾳ λίμνην ἐπινήχεται· διακαὲν δὲ σφοδρότερον λιθοῦται, οἷός ἐστιν ὁ γαγάτης λίθος ὁ περὶ Βαβυλῶνα. ἡνίκα γοῦν τὸ ὑπονοστοῦν τοὺς ὑποκειμένους νέμεται τόπους, οὐδὲν ἡμῖν πάθος ἐπιδείκνυσι γῆς· ὁπόταν δὲ ἐργασάμενον πολὺν ἐξαραιώσῃ τόπον, τηνικαῦτα θλιβόμενον ἐν τοῖς κοιλώμασι καὶ σηραγγώδεσι τόποις, εἰ μὲν ἐπιτύχοι διεκδρομῆς, οὐδὲν πλέον βρασμοῦ γῆς καὶ μυκήματος ἐργάζεται σημεῖον· εἰ δ' αὖ μένει σωματούμενον ἤτοι .... ὑπερκείμενον ὄρος ἢ γῆν ἢ θάλασσαν, ὄρος μὲν ὡς τὸ ἐν Ἰταλίᾳ Βέσβιον καὶ τὸ ἐν Λιπάραις καὶ τὸ