1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

48

ἁμαρτωλοῦ καὶ πονηροῦ.» «Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διὰ κενῆς.» «∆ὸς αὐτοῖς, Κύριε, μήτραν ἀτεκνοῦσαν, καὶ μαστοὺς ξηρούς.» «Ἔσται ὑμῖν ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, καὶ ἀντὶ χιτῶνος μεσοπορφύρου περιζώσῃ σάκκον. Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὂν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ἡμῶν μαχαίρᾳ πεσοῦνται, καὶ καταλειφθήσῃ μόνη, καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.» «Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ ἔργα αὐτοῦ.»

ΤΙΤΛ. ΙΖʹ. -Περὶ ἀδικουμένων· ὅτι χρὴ βοηθεῖν αὐτοῖς.

«Ἐν ταῖς ἡμέραις ἐκείναις μέγας γενόμενος ὁ Μωϋσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ· κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντα τινὰ Ἑβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ἰσραήλ. Περιβλέψας δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ οὐδένα· καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας διαπληκτιζομένους, καὶ λέγει τῷ ἀδικοῦντι· ∆ιὰ τί τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε Τίς σε κατέστησε ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Ἢ ἀνελεῖν με θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; ἐφοβήθη δὲ Μωϋσῆς, καὶ εἶπεν· Εἰ οὕτως ἐμφανὲς γέγονε τὸ ῥῆμα τοῦτο;» «∆ιέσωσα πτωχὸν ἐκ χειρὸς δυνάστου. Συνέτριψα μυλὰς ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα.» «Ῥῦσαι ἀπαγομένους εἰς θάνατον, καὶ ἐκπριοῦ κτεινομένους, μὴ φείσῃ. Ἐὰν δὲ εἴπης, Οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» 95.1193 «Ἐξέλεσθε διηρπαγμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν.» «Ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε· ἐξάρατε καταδυναστείαν ἐκ τοῦ λαοῦ μου, λέγει Κύριος.» «Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν.» Πᾶς ὁ πλέων ἐγγύς ἐστι τοῦ ναυαγίου, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ σφοδρότερον πλέει· καὶ πᾶς ὁ σῶμα περικείμενος, ἐγγύς ἐστι τῶν τοῦ σώματος κακῶν, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν ὀρθῶς βαδίζει, καὶ μὴ βλέπει τοὺς πρὸ αὐτοῦ κειμένους. Ἕως πλεῖς ἐξ οὐρίας, τῷ ναυαγοῦντι δὸς χεῖρα· ἕως εὐεκτεῖς, καὶ πλουτεῖς, τῷ κακοπαθοῦντι βοήθησον. Μὴ ἀναμείνῃς ἐπὶ σεαυτοῦ μαθεῖν, ὅσον κακόν ἐστιν ἀπανθρωπία, καὶ οἷον ἀγαθὸν σπλάγχνα τοῖς χρῄζουσιν ἀνοιγόμενα. Χρηστοὺς εἶναι χρὴ τοῖς προεμπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον. Ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθεσθαι χρὴ, καὶ δανείζειν Θεῷ τὸν ἔλεον ἐλέους χρῄζοντας, καὶ μὴ καταφρονεῖν ἀνθρώπων ἄνθρωποι ὄντες. Μὴ γελάσῃς πτῶμα τοῦ πέλας· διάβαινε δὲ ἀσφαλῶς, ὅση σοι δύναμις, ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ.

ΤΙΤΛ. ΙΗʹ. -Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ εἰρηνοποιῶν.

«Εἶπε Νοεμεῖν πρὸς Ῥούθ· Ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς, καὶ πρὸς τοὺς θεοὺς αὐτῆς, ἐπιστράφηθι καὶ σύ. Εἶπε δὲ Ῥούθ· Μὴ ἀπαντήσῃς μοι τοῦ καταλιπεῖν σε, ὅτι ὅπου ἐὰν πορευθῇς, πορεύσομαι· καὶ ὁ λαός σου, λαός μου, καὶ ὁ Θεός σου, Θεός μου.» «Προσέθετο Ἰωνάθαν ὀμόσαι τῷ ∆αβὶδ, ὅτι ἠγάπησεν ἡ ψυχὴ ἀγαπῶντος αὐτόν.» «Ἀλγῶ ἐπὶ σὲ, ἀδελφέ μου Ἰωνάθαν. Ὡραιώθηςμοι σφόδρα· ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπης γυναικῶν.» «Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» «Οἱ βουλόμενοι εἰρήνην, εὐφρανθήσονται.» «Πάντας τοὺς μὴ φιλονεικοῦντας καλύψει φιλία· ὁ ἐλέγχων μετὰ παῤῥησίας, εἰρηνοποιεῖ.» «Μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις· ὁ δὲ ἀσεβὴς ἐγερεῖ μᾶλλον.» «Καλύπτουσιν ἔχθραν χείλη δίκαια.» «Κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης.» «Θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος.» 95.1196 «Ὕδωρ πολλὸν οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ