αὐθάδειαν καὶ θράσος τὰ Ῥωσικὰ ἐπήρθη φρονήματα. τὴν ὑπέραυχον τοιγαροῦν ἀλαζονείαν αὐτῶν, καὶ τὸν ἀντικρὺς προπηλακισμὸν μὴ στέγων ὁ βασιλεὺς, παντὶ σθένει κολούειν καὶ κατασπᾷν ἠπείγετο ἐκ τοῦ συστάδην τούτοις συμπλέκεσθαι. ἐντεῦθεν καὶ τὰς ἐμπύρους τριήρεις ἑρματίζειν προσέταττε, καὶ σίτου πλῆθος ἐς τὴν τοῦ Ἀδριανοῦ πόλιν διὰ τῶν σιτηγῶν 127 πλοίων κομίζειν, καὶ χορτάσματα τῶν ὑποζυγίων, καὶ ἀποχρῶντα ὅπλα τῇ στρατιᾷ, ὡς μήτινος τούτων κατὰ τὸν καιρὸν τῶν ἀγώνων οἱ Ῥωμαῖοι σπανίζοιεν. ἐν ᾧ δὲ ταῦτα παρεσκευάζετο, Θεοδώραν, τὴν τοῦ αὐτοκράτορος Κωνσταντίνου τοῦ Πορφυρογεννήτου παῖδα, ὁ Ἰωάννης πρὸς γάμον ἡρμόσατο, κάλλει μὲν καὶ σώματος ὥραις οὔ τι λίαν οὖσαν ἀριπρεπῆ, σωφροσύνῃ δὲ καὶ ταῖς παντοδαπαῖς ἀρεταῖς ἀδηρίτως τοῦ θήλεος ὑπεραίρουσαν. Νοέμβριος μὴν ἐνειστήκει, ἔτει δευτέρῳ τῆς τούτου ἡγεμονίας, ὅτε ἡ γαμήλιος ἐτελεῖτο ἑστίασις. καὶ θυμηδία τις κατεῖχε τὸν δῆμον ἄῤῥητος, ἀνθ' ὧν ἤθους εὐμενείᾳ καὶ τρόπων χρηστότητι τὸ ὑπήκοον ὁ βασιλεὺς ἴθυνε· θαυμαζόμενος μάλιστα, ὅτε μεγαλοπρεπής τις ὢν καὶ ἀρχικὸν κεκτημένος τὸ φρόνημα, προσηνής τε καὶ ἐπιεικὴς τοῖς ὑπηκόοις ἐδείκνυτο, προχείρως τοῖς χρῄζουσιν ἐπιδαψιλεύων τὸν ἔλεον. ἀλλὰ τότε μὲν, φιλοτησίαις καὶ θεάτρων ἁμίλλαις τὸν δῆμον φιλοφρονούμενος, κατὰ τὸ Βυζάντιον διεχείμαζε καὶ τὸν τοῦ ἦρος καιρὸν ἐξεδέχετο, τοὺς ἀμφ' αὑτὸν ἐξασκῶν ὁσημέραι λογάδας τὴν ἐνόπλιον κατὰ θάτερα δίνησιν καὶ τὴν παντοδαπὴν τοῦ πολεμεῖν ἐμπειρίαν, ὁπόση παρὰ τὰς μάχας τοῖς ἀλκιμωτάτοις ἀνδράσιν ἐπινενόηται. ΛΕΟΝΤΟΣ ∆ΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Η. αʹ. Τῆς δὲ χειμερινῆς κατηφείας εἰς ἐαρινὴν αἰθρίαν μεταβαλούσης, τὸ σταυρικὸν σημεῖον εὐθὺς ἄρας ὁ βασιλεὺς, κατὰ τῶν Ταυροσκυθῶν ἠπείγετο. καὶ δῆτα τῶν ἀνακτόρων ἐξαναστὰς, τῷ τοῦ Σωτῆρος Χριστοῦ κατὰ τὴν Χαλκῆν τιμωμένῳ σηκῷ πρόσεισι, τὸ θεῖον ἐξευμενισόμενος. ὅνπερ ἀθρήσας ἐστενωμένον εὐκτήριον, μόλις που πεντεκαίδεκα χωρεῖν ἔνδον ἄνδρας δυνάμενον, σκολιάν τε καὶ δυσπρόσοδον, ὡσεί τινα ἑλικοειδῆ λαβύρινθον ἢ κρησφύγετον κεκτημένον τὴν ἄνοδον, ἐξαυτῆς 129 ἐγκελεύεται ἐς τὸ μεγαλειότερον καὶ εὐαγέστερον ἐκ βάθρων τοῦτον οἰκοδομεῖν, τῶν γείσων αὐτὸς σχηματίσας τὸν περίμετρον· ὃν εἰς τοῦτο κάλλος, εἰς ὃ νῦν ὁρᾶται, καὶ μέγεθος ἡ ἐκείνου ἐξ ἐπιπνοίας τινὸς σπουδὴ καὶ ἐπίσκηψις ἤγειρεν. ἐντεῦθεν εἰς τὸν θεῖον καὶ περίπυστον νεὼν τῆς τοῦ Θεοῦ σοφίας ἀφικόμενος, ἄγγελόν τε αὑτῷ δοθῆναι ἐξαιτησάμενος, προπορευόμενον τοῦ στρατοῦ, καὶ τὴν ὁδὸν κατευθύνοντα, εἰς τὸν ἐν Βλαχέρναις τιμώμενον τῆς Θεομήτορος οἶκον λιτανεύων ἐπιφοιτᾷ. κἀνταῦθα δὲ ἱκετηρίαις τὸ θεῖον, ὡς τὸ εἰκὸς, ἐξιλεωσάμενος, ἄνεισιν ἐς τὰ ἐκεῖσε ἀνάκτορα, τὰς πυρφόρους τριήρεις ὀψόμενος, τακτικῶς πρὸς τὸ τοῦ Βοσπόρου σαλευούσας προκόλπιον, ᾧ καὶ ἐπίνειον ταῖς φορτίσι καθέστηκεν εὔορμον καὶ εὐγάληνον, ἐς καμπὴν ἠρέμα μέχρι τῆς γεφύρας καὶ τοῦ κατ' αὐτῆς εἰσβάλλοντος ποταμοῦ ἐκτεινόμενον. τὴν γοῦν μετ' ἐμπειρίας καὶ κόσμου τῶν τριηρῶν εἰρεσίαν καὶ ἅμιλλαν ὁ βασιλεὺς θεασάμενος (ἐτύγχανον δὲ ὑπὲρ τὰς τριακοσίας, συνάμα λέμβοις καὶ ἀκατίοις, ἃ νῦν γαλέας καὶ μονήρια κοινῶς ὀνομάζουσι), φιλοφρονησάμενός τε τοὺς ἐρέτας καὶ τὸ περὶ αὐτὰς στρατιωτικὸν ἀργυρίου διανομῇ, ἐς τὸν Ἴστρον ἐκπέμπει, τὸν τούτου πόρον φρουρήσοντας, ὡς μὴ ἐνὸν εἴη τοῖς Σκύθαις, ἐς τὴν σφῶν πατρίδα ἐκπλεῖν καὶ τὸν Κιμμέριον Βόσπορον, εἴγε πρὸς φυγὴν ἀποκλίνοιεν. λέγεται δὲ τὸν Ἴστρον ἕνα τῶν ἐξ Ἐδὲμ ἐκπορευομένων εἶναι ποταμῶν, τὸν ἐπικεκλημένον Φισῶν, ἐκ τῆς ἕω μὲν