τὰ γόνατα, εὔχομαι καὶ δύναμαι ἀντειπεῖν τῇ ἁμαρτίᾳ, ὅτε δὲ ἐργάζομαι ἢ ἄλλο τι ποιῶ, οὐ δύναμαι ἀντειπεῖν, οὗτος ἰδιώτης ἐστὶ καὶ οὐκ ἔχει διάκρισιν· ἡ γὰρ ἁμαρτία πάντοτε πολεμεῖ καὶ ὁ νοῦς ἔχει τοῦ ἀντιπράττειν καὶ ἀνταγωνίζεσθαι πάντοτε πρὸς τὴν συνοῦσαν κακίαν, εἴτε περιπατεῖ, εἴτε ὁδεύει, εἴτε ἕτερόν τι ποιεῖ. ὅπου δέδεται ὁ νοῦς αὐτοῦ ἐκεῖνο αὐτοῦ ἐστι θεός· εἰ δέδεσαι τῇ ἐπιθυμίᾳ ἢ τῇ γαστριμαργίᾳ ἢ τῇ φιλαργυρίᾳ, ὁ δήσας σε θεός σου ἐστίν»ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται», εἰ δὲ ἀποταξάμενος τῷ κόσμῳ διὰ παραθύρου πάλιν εἰσέρχῃ εἰς αὐτόν, καὶ ἀρνησάμενος σαρκικὴν κοινωνίαν οὐ σπουδάζεις κοινωνῆσαι τῷ ἐπουρανίῳ νυμφίῳ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, τί ὠφέλησας ἐξελθὼν ἐκ τοῦ κόσμου; εἰ δὲ καταλιπὼν οὐσίας καὶ κτήσεις καὶ πράγματα, ἀντὶ τοῦ φαινομένου πλούτου οὐ λαμβάνεις ἄλλον πλοῦτον καὶ ἀντὶ τρυφῆς τρυφὴν ἐπουράνιον καὶ ἀντὶ τέκνου σὺ μὴ γίνῃ τέκνον θεοῦ, τί ὠφέλησας ἀποταξάμενος; ἐγένου ἅλας μωρὸν σὺ οὔτε τὰ τοῦ κόσμου ἔχεις καταλιπὼν αὐτά, οὔτε τὰ ἐπουράνια καὶ πνευματικὰ ἐκτήσω· λοιπὸν οὐδαμοῦ προχωρεῖς. 6.3.5 Ὃν τρόπον δὲ ἡ κόρη τοῦ ὀφθαλμοῦ μικρὰ οὖσα πολλὰ δύναται βλέπειν, οὐρανόν, γῆν, ἥλιον, ὅταν δὲ μικρόν τι κάλυμμα εἰς τὴν κόρην παρεμπέσῃ καὶ ἐπισκιάσῃ, τυφλοῦται ὁ ὀφθαλμὸς καὶ ἐν σκοτίᾳ ἐστίν, οὕτως ἐὰν μικρὸς καπνὸς ἢ ὁμιχλώδης δύναμις ἐπισκοτίσῃ τὸν νοῦν, τετύφλωται καὶ οὐδὲν ὁρᾷ, 6.3.6 ἐὰν δὲ πάλιν διαυγάσῃ, βλέπει πράγματα πνευματικὰ καὶ ἐπουράνια. ὃν τρόπον γὰρ ἡ γῆ ἐργασθεῖσα φαίνεται καρποφόρος, οὕτω καὶ ἡ γῆ τῆς 6.3.7 καρδίας ἐργαζομένη ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου οὐκέτι χερσεύει. ὥσπερ δὲ ἐὰν ᾖ πόλις ἐν ὑψηλῷ τόπῳ ἢ ἐν ὄρει κειμένη καὶ ἔχῃ ἐκεῖ ἀνάπαυσιν καὶ εἰρήνην πολλήν, πλοῦτον καὶ θησαυρούς, καὶ ὦσιν ἐκεῖ ἄνδρες εὐγενεῖς καὶ συγκλητικοί, λοιπὸν δὲ ἡ ὁδός, δι' ἧς διέρχεταί τις ἐπὶ τὴν πόλιν, ἐστὶ στενή, περίμετρον βήματος ἔχουσα, ἑνὸς ἴχνους ἀνθρώπου, καὶ ᾖ ἐκ δεξιῶν χάος μέγα πυρὸς καὶ ἐξ ἀριστερῶν βάθος θαλάσσης, λοιπὸν ἐὰν ὀλίγον ἐκτραπῇ ὁ ποὺς τῆς στενῆς ἀτραποῦ ὁδοῦ καταποντίζεται ἢ εἰς τὸ πῦρ ἢ εἰς τὸ ὕδωρ, εἰ δέ τις ἀσφαλῶς διοδεύων παρέλθῃ τὴν τραχείαν καὶ φθάσῃ εἰς τὴν πόλιν, ἐν ἀναπαύσει 6.3.8 ἐστὶ καὶ πλούτῳ μεγάλῳ καὶ ἀμεριμνίᾳ πολλῇ. οὕτω καὶ εἰς τὸ πνευματικόν. τραχεῖά ἐστιν ἡ ὁδὸς εἰς ἣν διοδεύουσιν οἱ Χριστιανοί· κύκλῳ γὰρ αὐτῶν ἐστι χάος πυρὸς τῶν ἀκαθάρτων πνευμάτων. ἐὰν δὲ δυνηθῶσιν ἐκείνων περιγενέσθαι καὶ παρελθεῖν τοὺς φραγμούς, τοὺς τριγχοὺς τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, εἰρηνευομένην, μέστην ἀγαθῶν πολλῶν καὶ εἰρήνης βαθείας, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπέπαυται. 6.4.1 Ἐρώτησις. Εἰ μετὰ τὸ τὴν ἐπίσκεψιν τῆς χάριτος γενέσθαι πίπτουσί τινες, οὐχὶ ὁ σατανᾶς πολὺ ἰσχυρότερος ἀποδέδεικται; ὅπου γὰρ ἡμέρα, πῶς δύναται καὶ νὺξ εἶναι; Ἀπόκρισις. Οὐχ ὅτι ἡ χάρις σβέννυται ἢ ἀσθενεῖ, ἀλλ' ὧδε παραχωρεῖ ἡ χάρις τῇ κακίᾳ, ἵνα τὸ αὐτεξούσιόν σου καὶ ἡ ἐλευθερία δοκιμασθῇ, ποῦ ῥέπεις. λοιπὸν τῷ σῷ θελήματι δίδως δύναμιν τῇ κακίᾳ, καὶ τῷ θελήματί σου προσεγγίζων τῷ κυρίῳ προτρέπεις πάλιν ἐπισκέψασθαι σε τὴν χάριν. ἐπεὶ ἄρα πῶς γέγραπται· «τὸ πνεῦμα μὴ σβέννυτε». μὴ ἆρα τὸ πνεῦμα σβέννυται; ἐκεῖνο ἄσβεστόν ἐστι καὶ φωτεινόν. ἀλλὰ σὺ τῷ σῷ θελήματι ἀμελῶν καὶ μὴ συμφωνῶν κατασβέννυσαι ἐκ τοῦ πνεύματος. ὁμοίως ἡ γραφὴ λέγει· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε». ὁρᾷς ὅτι ἐν τῷ θελήματί σου κεῖται καὶ ἐν τῇ αὐτεξουσιότητί σου τὸ τιμῆσαι τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ λυπῆσαι. ἐγὼ δέ σοι λέγω ὅτι καὶ τοῖς τελείοις Χριστιανοῖς τοῖς ᾐχμαλωτισμένοις καὶ μεμεθυσμένοις εἰς τὸ ἀγαθὸν σύνεστι τὸ θέλημα, ὅθεν καὶ εἰς αὐτοὺς πολλάκις μικρά τινα ἐλαττώματα εὑρίσκεται. ὁμοίως δὲ καὶ εἰς τὸν μεμεθυσμένον εἰς τὴν κακίαν σύνεστι τὸ αὐτεξούσιον, ὅθεν πολλοὶ ἐν μυρίοις κακοῖς ἐξετασθέντες τρέπονται εἰς τὸ ἀγαθόν. 6.4.2 Ὥσπερ ἐὰν ὦσί