ἐγὼ δέ, ἀλλὰ τί ἂν περὶ τούτου λέγοιμι; ὁ μὲν τὸν ἰδιώτην ἐλαύνων βίον, ἐγὼ δ' ἀρχιερατικὴν στολὴν περικείμενος. καὶ ὁ μὲν τοιοῦτος κατ' ἐμοῦ, ἐγὼ δ' ἶσος πρὸς ἶσον. ἢ τῶν μὲν ἄλλων ἡ δρῦς ἀληθεύει καὶ τὰ ἀερώδη καὶ ἀνυπόστατα σχήματα, ὁ δὲ ἐμὸς τρόπος ἀεὶ ψεύδεται, καὶ οὔτ' ἀπολογουμένῳ οὔτε κατηγοροῦντι πιστεύσετε; Ἀλλὰ τὸ μὲν ἄχρι τοῦ νῦν τὴν καταδοχὴν ἀμφιβάλλειν καὶ ἀμφιγνωμονεῖν, εἰ καὶ μηδὲ τοῦτο γενναῖον καὶ ἱερατικόν, εἶχεν ὅμως ἀπολογίαν τινὰ καὶ πιθανῶς αὐτὴν ὁ βασιλεὺς ὀργιζόμενος ἔχρωζε. Νῦν δὲ τί; Επανελήλυθεν ἡ χρηστότης πρὸς ἑαυτήν, ὁ φραγμὸς ἤρθη, τὸ μεσότοιχον καταλέλυται, ὃ πάντες ἐποθεῖτε γέγονεν αὐτόματον. ἀαφῆκεν ὁ βασιλεὺς τὴν ὀργήν, μετεβάλετο τὴν προαίρεσιν, ἐσπίσατό μοι τῷ ὅσον ἐπὶ ταῖς ὑπονοίαις προσκρούσαντι τούτῳ καὶ βλασφημήσαντι, καὶ ἡ τάξις ἀντέστραπται. ἀντιλιπαρεῖ γὰρ οὗτος ὑμᾶς τοὺς πρὸς αὐτὸν ὑπὲρ ἐμοῦ λιπαρήσαντας, καὶ οὐ πρὸς τὸ σκῆπτρον ὁρᾷ, οὐδὲ πρὸς τὸν θρόνον, ἐν ᾧ καθέζεται, ἀλλ' οὖ ἐλεῆσαι χρὴ καὶ ψυχῇ τι περιποιήσασθαι ὑποκάτω κλίνεται, καὶ παρὰ τὸ ἀξίωμα φθέγγεται, ὕψος ἑαυτῷ οὐρανόμηκες ἐκ τῆς ταπεινώσεως μνηστευόμενος, καί, ἐξὸν αὐτῷ πᾶν ποιεῖν, ὃ ἐὰν παραστῇ ὡς τυραννίδος ἔργον, οὐ βούλεται· καίτοι γε πόρρω τοῦτο τυραννίδος ἀφιέναι τοῖς ἁμαρτήμασι καὶ ἐκκόπτειν τὰ ἐπιτίμια. ὁ δὲ καὶ πλέον τι βασιλέως ποιῶν κοινωνοὺς καὶ ὑμᾶς συγκαλεῖ τοῦ εὐεργετήματος μονονουχὶ λέγων· "ἰδοὺ πρὸς τὸν πολέμιον σπένδομαι, ἰδοὺ φιλάνθρωπος αὐτῷ γίνομαι, ὑπὲρ οὗ πᾶσαν πρός με φωνὴν ἀφήκατε, ἰδοὺ διαλύομαι τὴν ἔχθραν, καὶ πρὸς αὐτὸν ἥμερον βλέπω. γίνεσθέ μοι τῆς χάριτος κοινωνοὶ καὶ συναγαλλιάσθητε οἷς χαίρω εὐεργετῶν καὶ τῷ ἀφεθέντι νῦν συσκιρτήσατε. καλυπτέσθω τὰ προβάντα τοῖς ὕστερον καὶ σιγάσθω τὰ τῆς ἀτχίας τοῖς εὐτυχήμασιν." Οὕτω μὲν ὁ φιλάγαθος βασιλεὺς ὡς πρὸς συμπανηγυρίσοντας ἐπὶ τῇ ἐμῇ ἀνακλήσει καὶ συγχορεύσοντας. ὑμεῖς δέ, βαβαὶ τῆς ἀκριβείας καὶ τοῦ κανόνος καὶ τῆς ἐν τῷ καλῷ σκυθρωπότητος, βαβαὶ τῆς ὀφρύος καὶ τοῦ μὴ συγγεγηθέναι, ἀλλ' ἐφ' ἑαυτῶν κατηφιᾶν καὶ συντείνειν τὸ πρόσωπον, βαβαὶ τῶν αὐστηρῶν δικαστῶν καὶ ἀσυμπαθῶν καὶ οἵων μὴ αὐτοὶ τύχοιτε. "οὐκ ἔννομον", φησίν, "ἀνακαλέσασθαι μετὰ τὴν καθαίρεσιν." ποίαν καθαίρεσιν, ὦ μακάριοι; ποῦ συντεθεῖσαν; ποίοις κανόσι προβᾶσαν; καὶ ἀφίημι νῦν τὰς ψευδεῖς τῶν κατηγορῶν φωνὰς καὶ τἆλλα ἃ τῷ λόγῳ προσεξελήλεγκται. αὐτὸ δὲ τὸ πρᾶγμα ἐξεταστέον καθ' ἑαυτό. ποίαν οὖν καθαίρεσιν, ὦ θαυμάσιοι, ἐφ' ᾗ στρατιῶται μὲν τὸ ξίφος ἐν θατέρᾳ τῶν πλευρῶν ἔχοντες ἀνωλόλυξαν, ὑμεῖς δ' ἐπεστράφητε μηδόλως τὰ χείλη παρακινήσαντες; ποίαν καθαίρεσιν, ἐφ' ᾗ μηδεμία προέβη σκέψις, μηδεμία συζήτησις, μηδέ τις ὅρος κανονικός; διὰ πόσου γεγονυῖαν καιροῦ; οὐχ ὁ αὐτὸς ἀρχή τε τῆς κατηγορίας ἦν καὶ τέλος τῆς, ὡς ὑμεῖς φατε, καθαιρέσεως; ποῦ δὲ γέγονεν ἡ καθαίρεσις; ἆρ' ἐφ' οὗ καὶ κεχειροτόνημαι; ἀλλὰ πρὸς τῷ ἱερῷ βήματι, ἀλλ' ἐν τῇ δευτέρᾳ σκηνῇ, ἀλλ' ἐν τῷ ἁγίῳ κοσμικῷ, ἀλλ' ἐν τῷ πόρρω τούτου, ναῷ δὲ ὅμως; συνεψηφίσασθε δὲ πάντες ὑμεῖς; ἐγράψατε καὶ τὰς ἑαυτοῦ γνώμας ἕκαστος, ἐπεστήσατε δὲ ταῖς ὑπογραφαῖς; οὐχ ὑμεῖς ἀντεπίπτετε τοῖς κατηγόροις; οὐ μέχρι πολλοῦ τῷ βασιλεῖ διεφέρεσθε; ποίαν οὖν κάθαρσιν λέγετε; ὃτι, φησίν, τὸ τῆς καθαιρέσεως τῷ τῆς καρατομῆς ἔοικε, καὶ ὥσπερ ἐκεῖ μετὰ τὴν τομὴν οὐκ ἔστι συνούλωσις, εἴθ' οὕτως, εἴτ' ἄλλως ἐγένετο, ταὐτὸ δὴ λογιστέον κἀνταῦθα, καὶ τετμημένος ἔστω ἅπαξ τμηθεὶς ὁ ἱερεύς, δῆθεν ἐγώ, ὅστις ἂν ὁ τεμὼν εἴη. παπαῖ τῆς εἰκόνος καὶ τοῦ ὑψηλοῦ παραδείγματος. ἀλλ' ἐξέτασον ἀκριβῶς τὸν λόγον καὶ εὑρήσεις πῇ μὲν ὅμοιον, πῇ δὲ ἀνόμοιον· ἐκεῖ αὐχὴν καὶ τομή, ἐνταῦθα ἱερωσύνη καὶ κάθαρσις. ἀλλὰ πρόσθες καὶ δύο δυσίν, αὐτὸ δὴ τὸ τέμνον ξίφος καὶ τὸν καρατόμον ἄνθρωπον τῷ καθαιροῦντι λόγῳ καὶ τῷ τοῦ λόγου γεννητόρι. καὶ ἵνα δὴ προσπαίζω καὶ τοῖς ἐμοῖς