15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τρισὶν ἕν, αὐτὸ δὴ τοῦτο τῶν ἄλλων ἐστὶν ὡς αἴτιον. Εἰ μὲν οὖν δικαίως καὶ εὐθυβόλως διῃτήσαμεν τὰς ἐννοίας τῶν φιλο σόφων καὶ τὴν κρείττονα κεκρίκαμέν τε καὶ παραδεδώκαμεν, ἔχετε ἐντεῦθεν τὴν ἀρίστην διάκρισιν· εἰ δ' ἄλλος μὲν τοῖς φιλοσόφοις ὁ νοῦς, ἐγὼ δὲ καταδεεστέρως ἡρμήνευκα, ζητεῖτε τὸν ὑπερκείμενον.
22 μαʹ. Ἐκ τοῦ αὐτοῦ λόγου· «πῶς οὐ συνάναρχα εἰ συναΐδια;»
Πῶς οὖν, εἰ συνάναρχα, οὐ συναΐδια; ἤρετό τις ὑμῶν· καίτοι γε καὶ ὁ πρώτως ὑποκρινάμενος τὴν ἐρώτησιν εὐθὺς τὴν λύσιν ἐπήνεγκεν, «ἐκεῖθεν» εἰπών «εἰ καὶ μὴ μετ' ἐκεῖνον». ἀλλ' ὑμεῖς καὶ πρὸς αὐτὴν διαπορεῖτε, ὥς γέ μοι δοκεῖ, τὴν ἐπίλυσιν, μᾶλλον δὲ καὶ πρὸ ταύτης πρὸς τὴν ἀντίθεσιν· ζητεῖτε γὰρ εἰκότως τί ποτε μὲν τὸ ἄναρχον, τί δὲ τὸ συνάναρχον πέφυκε, καὶ πῇ αὐτῶν διέστηκε τὸ ἀίδιον. ἐγὼ δὲ ἐπενέγκοιμι καὶ τίνα πρὸς τοῦτο τὸ ἀθάνατον ἔχει διαφοράν· ἆρα γὰρ ταὐτὸν ἀθάνατον καὶ ἀίδιον, ἢ διαφ[έρε]τον; καὶ πότερον ὡς ἀντιδιῃρημένα ἢ ὡς γένος καὶ εἶδος, τοῦτο δέ ἐστιν ἐπὶ πλέον καὶ ἔλαττον; εἰ [δὲ] διαφέρετον, πῇ κοινωνεῖτον; Φαίνεται γοῦν τὸ ἄναρχον μὴ καθ' ἕν πως λεγόμενον, ἀλλ' ὁμωνύμως καὶ πολλαχῶς· ὅ τε γὰρ κύκλος ἄναρχος καὶ τὸ πρῶτον αἴτιον, ἀλλὰ τοῦτο μὲν ὅτι μὴ ὑπερκειμένην ἔχει ἑτέραν αἰτίαν, ἐκεῖνος δὲ ὅτι τῇ προχείρῳ ἡμῶν αἰσθήσει οὐκ εὔληπτος ἡ τούτου ἀρχή, ἀλλὰ πάντως ὁ τοῦτον περιαγαγὼν κέντρῳ καὶ διαστήματι περιέγραψεν. ἑκατέρωθεν οὖν ὁ κύκλος οὐκ ἄναρχος· ἀρχὴ γὰρ αὐτοῦ καὶ τὸ κέντρον καὶ ἡ ἀμερὴς στιγμή, ἥτις εἰς κύκλον ῥυεῖσα περὶ τὸ μέσον πεποίηκε τὴν γραμμήν. ἔστι τι καὶ ἄναρχον ἕτερον, ὃ τῷ μὲν τῆς ὑποστάσεως λόγῳ τοῦ πεποιη κότος οὐ δεῖται, τῷ δὲ τῆς αἰτίας εἰς ἑτέραν ἀνήκει ἀρχήν· τοῦτο δὲ χρόνου μὲν καὶ αἰῶνος ἐκπέφευγεν ἔννοιαν, ὅμως γε μὴν ὑπ' αἰτίαν ἐστίν, οὐκ ἀχώριστα δὲ ταῦτα μέσῳ τινὶ διαστήματι, ἀλλὰ τοσοῦτον μόνον οὐκ ἄναρχα ὅτι ἀπ' ἐκείνης ἔχει τὴν πρόοδον. τὸ μὲν οὖν ἄναρχον, ὅπερ πάντων τῶν αἰώνων πρεσβύτερόν ἐστι, τῇ ὅλῃ ἐπευφημεῖται θεότητι, πρὸς δὲ καὶ τῇ μιᾷ ὑποστάσει, τῇ τοῦ πατρός. τὸ δ' ὅσον αἰῶνας μὲν ὑπερπέπτω κεν, οὐ μέντοι δ' ἐστὶ καὶ ἀναίτιον, ταῖς ἑτέραις ὑποστάσεσιν, υἱῷ καὶ πνεύματι, προσαρμόζεται· ἀπὸ γὰρ τοῦ πατρὸς ὁ μὲν γεννᾶται, τὸ δὲ ἐκπορεύεται. κατὰ μὲν οὖν τὴν ἀπὸ χρόνου ἀρχὴν ἄναρχα συναμφότερα, κατὰ δὲ τὴν ἀπὸ αἰτίου πρόοδον καὶ οὐκ ἄναρχα. οὐχ οὕτω δ' οὐκ ἄναρχα, ὅτι ἦν ὅτε οὐκ ἤστην (ὁμοῦ γὰρ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον) ἀλλ' ὅτι ἐκ τοῦ πατρὸς ὥσπερ ἐκ φωτὸς ἡ τούτου λαμπάς· οὐκ ἦν δὲ τὸ φῶς ὅτε ἀλαμπὲς ἦν, ἀλλ' ἦν ἡ λαμπὰς ἐκεῖθεν ὡς ἐξ αἰτίου, διαστήματος οὐ μεσεύοντος. κατὰ πάντας τοίνυν τοὺς τοῦ ἀνάρχου λόγους ἄναρχος ὁ πατήρ, οὐ κατὰ πάντας δὲ τὰ ἕτερα πρόσωπα. Ζητεῖ οὖν ὁ λόγος ἀπὸ τοῦ πέρατος περὶ τῆς ἀρχῆς ἀπορῶν, διὰ τί «μὴ συνάναρχα, εἰ συναΐδια». ἀλλὰ πρὶν ἢ γυμνῶσαι τὸ ἀπορούμενον, περὶ αὐτῆς φυσιολογητέον τῆς ἀιδιότητος, καὶ ὅπως μὲν Ἕλληνες ταύτην ἐδόξασαν, οἷα δὲ ὁ «πότιμος λόγος» τὴν «ἁλμυρὰν ἀποκλυσάμενος» θάλασ σαν ἔβλυσεν ἡμῖν νάματα. οἱ τοίνυν θεολογικώτατοι τῶν Ἑλλήνων, ὧν δὴ Πρόκλος κατὰ τὴν ἐμὴν ψῆφον τὸ κεφάλαιον, εἰς δύο τέμνουσι τὸ ἀίδιον, τὸ μὲν ταὐτὸν τιθέντες τῷ αἰωνίῳ, ὡς ὁμοῦ πᾶν εἶναι, παρατάσει χρονικῇ μὴ μετρούμενον. ἐν γοῦν τούτῳ τῷ μέρει τοῦ ἀιδίου τιθέασι καὶ τὸν νοῦν· εἰσὶ δὲ οἳ καὶ τὴν ψυχήν, κατά τε γὰρ οὐσίαν καὶ ἐνέργειαν ἄμφω ἀίδια· οὐ γὰρ τὸ μὲν αὐτοῖν τῆς οὐσίας γέγονε, τὸ δὲ γίνεται, τὸ δὲ γενήσεται, οὐδ' ἐλλέλειπταί τι τῆς ἐνεργείας, ἀλλ' ἄμφω ἀνελλιπῆ κατ' ἄμφω τυγχάνει. δεῖ οὖν τὴν πρόοδον δι' ὁμοιότητος καὶ ἀνομοιότητος γίνεσθαι. τί οὖν;