1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

48

ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθην. ἕτερα ἀντίγραφα οὕτως ἔχει· _κ_α_ὶ_ _ἐ_π_ε_λ_ά_β_ε_τ_ό_ _μ_ο_υ_,_ _ε_ἰ_ς_ _μ_α_ρ_τ_ύ_ρ_ι_ο_ν_ ἐγενήθη. κατὰ μὲν οὖν τὸ ἐπελάβου μου ὡς πρὸς τὸν θεὸν λέγει ὅτι· οἷά τις ἀνδρεῖος ἐπελάβου μου τοῦ μικροῦ καὶ ἀσθενοῦς, καὶ ἅμα τε ἥψω μου καὶ εἰς παράδειγμα γέγονα πᾶσιν, ὅτι ὡς δι' ἁμαρτίας κολάζομαι. κατὰ δὲ τὸ ἐπελάβετό μου ὡς πρὸς τοὺς φίλους λέγει περὶ τοῦ θεοῦ. εἰς μαρτύριον δὲ ἐγενήθη ἀντὶ τοῦ· εἰς ἔλεγχόν μοι ἀντικατέστη ὁ θεός. 16, 8 καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. ταῦτα δέ μου, φησίν, πάσχοντος εὗρον πρόφασιν οἱ καταψευδόμενοί μου ὡς καὶ κατὰ πρόσωπόν μου ἀνερυθριάστως ἀνταποκρίνεσθαι καὶ λέγειν, ὅτι δι' ἁμαρτίας πάσχω. 147 ἔστι δὲ καὶ οὕτω νοῆσαι· ψεῦδός ἐστιν ἡ ἁμαρτία· λανθάνουσα οὖν τις, φησίν, ἁμαρτία ἔοικε φανεροῦσθαι καὶ κατὰ πρόσωπόν με ἐλέγχειν. τὰ δὲ ἐφεξῆς δυνατὸν μὲν καὶ περὶ θεοῦ νοεῖσθαι· ὡς δὲ ὁ ἅγιος πληροφορεῖται, ὅτι ὑπὸ θεοῦ τῷ διαβόλῳ παραδέδοται καὶ ὑπ' αὐτοῦ ταῦτα πάσχει, ἑκατέρως οὖν οὕτως αὐτῶν ἀκουστέον. 16, 9 ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπ' ἐμὲ τοὺς ὀδόντας. εἰ μὲν περὶ θεοῦ λέγει, τὸ σφοδρὸν σημαίνει τῆς ὀργῆς ὅτι· ὡς οἱ τρίζοντες τοὺς ὀδόντας ὑπὸ θυμοῦ οὕτως ἐχρήσατό μοι. περὶ δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτολεξεὶ καὶ ὁ μέγας ∆αυὶδ ταῦτα ἔφησεν εἰρηκώς· ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν, κύριε, πότε ἐπόψῃ; ἐπειδὴ γὰρ περιέρχεται ὡς λέων ζητῶν τίνα καταπίῃ, ἐνδίκως ὡς λέων καὶ βρύχεσθαι λέγεται. 16, 9 βέλη πειρατῶν αὐτοῦ ἐπ' ἐμὲ ἔπεσεν. εἰ μὲν περὶ θεοῦ τὸ λεγόμενον, τὸ ἀθρόον δείκνυσι τῶν ἐπελθόντων αὐτῷ κακῶν, ἵνα εἴπῃ ὅτι· αἱ τιμωρίαι ὥσπερ τινὲς πειραταὶ ἀδοκήτως ἐπιπεπτώκασί μοι. εἰ δὲ περὶ τοῦ διαβόλου, πειρατὰς αὐτοῦ φάσκει τοὺς ὑπουργοῦντας αὐτῷ δαίμονας. 16, 10 ἀκίσιν ὀφθαλμῶν ἐνήλατο. ἀκίδες εἰσι τὰ τῶν βελῶν σιδήρια. ὡς βέλεσιν οὖν, φησίν, κατὰ τῶν ἐμῶν ὀφθαλμῶν ἔτρωσέ με ὁ θεός, ἀντὶ τοῦ· καιρίως ἔπληξεν. εἰ δὲ περὶ τοῦ διαβόλου ὁ λόγος, ταῖς βολαῖς, φησίν, ταῖς φοβεραῖς τῶν ἑαυτοῦ ὀφθαλμῶν ὥσπερ ἀκίσι κατηκόντισέ με. 148 16, 10 ὀξὺς ἔπαισέ με ἐπὶ τὰ γόνατα. σφοδρῶς, φησίν, ἔπληξέ με, ὡς ἐκλυθῆναί μου τὰ γόνατα καὶ καταπεσεῖν, ἢ ὁ θεὸς ἢ ὁ διάβολος. 16, 10 ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ' ἐμέ. ἢ αἱ τοῦ θεοῦ τιμωρίαι ἢ οἱ τοῦ διαβόλου πειρασμοί. 16, 11 παρέδωκε γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέ με. ἀδίκους καὶ ἀσεβεῖς τοὺς ἀνθρώπους λέγει τοὺς τὰ αὐτοῦ διαρπάσαντας, καιριώτερον δὲ τὸν διάβολον καὶ τοὺς αὐτοῦ δαίμονας. 16, 12 εἰρηνεύοντα διεσκέδασέ με, λαβών με τῆς κόμης διέτιλεν. κόμην τὸν κόσμον καὶ τὴν εὐπραγίαν φησίν, ἵνα εἴπῃ ὅτι· κατεσκέδασέ με καὶ ὥσπερ διέτιλεν ἀπ' ἐμοῦ τὴν εὐπραγίαν καὶ τὴν εἰρήνην. 16, 1214 κατέστησέ με ὥσπερ σκοπόν· ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου. κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον ἐπ' ἐμὲ δυνατοί. τοῦ θεοῦ, φησίν, στήσαντός με ὥσπερ τινὰ σκοπὸν ἐπὶ τῷ τὰς ἁπάντων δέχεσθαι βολὰς ὥσπερ τισὶ λόγχαις κατὰ τῶν νεφρῶν με κατηκόντισαν, ἵνα εἴπῃ· κατὰ τῶν ἀποκρύφων καὶ καιρίων. ἐπιμένων δὲ τῇ μεταφορᾷ ὡς κατὰ τῶν σπλάγχνων πληγεὶς τὸ ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου ἔφη. πτῶμα δὲ ἐπὶ πτώματι τὰς ἀλλεπαλλήλους φησὶ τιμωρίας. τὸ δὲ καὶ ἔδραμον πρός με δυνα 149 τοὶ διὰ τὸ κατὰ θεοῦ συγχώρησιν ἐκείνους ἰσχῦσαι ταῦτα κατ' αὐτοῦ δρᾶσαί φησιν, δῆλον δὲ ὅτι τοὺς ἀλιτηρίους δαίμονας. 16, 15 σάκκον ἔρραψα ἐπὶ βύρσῃ μου. ἢ τοῦτο λέγει ὅτι· μεμελάνωταί μου τὸ δέρμα διὰ τὴν τῶν παθῶν ἐπίτασιν ὥσπερ τις ἐκ τριχῶν πεποιημένος σάκκος, ἢ ὅτι ὥσπερ οἱ σάκκον φοροῦντες κατατρύχονται τὸ σῶμα ὅλως κατατετρύχωμαι, ἢ ὅτι· ἐκ λαμπρᾶς καὶ βασιλικῆς ἐσθῆτος ὑπὸ τῆς ἄγαν πενίας σάκκον περιβέβλημαι. 16, 15 τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη. ἀντὶ τοῦ· ἡ δύναμις καὶ ἡ εὐπραγία μου πᾶσα ἀπεσβέσθη. 16, 1617 ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά. ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά. γαστέρα τὴν ψυχήν