ἐστι τοῦτο τῷ συμφωνεῖν τῷ Χριστῷ, ἐπιφέρει τὸ οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα. οὐκοῦν οἱ συνηγ μένοι εἰς τὸ τοῦ Χριστοῦ ὄνομα δύο ἢ τρεῖς, οἱ συμφωνοῦντές εἰσιν ἐπὶ γῆς οὐ μόνον δύο, ἀλλ' ἔσθ' ὅτε καὶ τρεῖς. ἐπιστήσει δὲ ὁ δυνάμενος εἰ ἡ συμ φωνία αὕτη καὶ ἡ τοιαύτη συναγωγή, ἧς ὁ Χριστὸς ἐν μέσῳ ἐστί, δύναται εὑρεθῆναι ἐν πλείοσιν, ἐπεὶ «στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν». τάχα δὲ καὶ τὴν <τοιαύτην> συμφωνίαν οὐδὲ ὀλίγοι, ἀλλὰ δύο ἢ τρεῖς συμφωνοῦσιν, ὡς Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἷς <ὡς> συμφωνοῦσιν ἔδειξεν αὑτοῦ τὴν δόξαν ὁ λόγος τοῦ θεοῦ. συνεφώνησαν δὲ δύο μὲν Παῦλος καὶ Σωσθένης, γράφοντες τὴν πρώτην Κορινθίοις ἐπιστολήν, μετὰ τοῦτο δὲ Παῦλος καὶ Τιμόθεος, ἐπιστέλ λοντες τὴν δευτέραν τοῖς αὐτοῖς· καὶ τρεῖς δὲ συνεφώνησαν, ὅτε «Παῦλος καὶ Σιλουανὸς καὶ Τι μόθεος» ἐπαίδευον δι' ἐπιστολῆς Θεσσαλονικεῖς. εἰ δὲ καὶ ἀπὸ τῶν παλαιῶν γραμμάτων δεήσει παρα στῆσαι τοὺς συμφωνήσαντας ἐπὶ γῆς τρεῖς, ὡς εἶναι τὸν λόγον ἐν μέσῳ αὐτῶν ἑνοῦντα αὐτούς, ἐπί στησον τῇ ἐπιγραφῇ τῶν Ψαλμῶν, ὡς τῇ τοῦ τεσσαρακοστοῦ πρώτου οὕτως ἐχούσῃ· «εἰς τὸ τέλος· εἰς σύ νεσιν τοῖς υἱοῖς Κόρε». τριῶν γὰρ ὄν των υἱῶν Κόρε, ὧν τὰ ὀνόματα ἐν τῇ Ἐξόδῳ εὕρομεν, τοῦ Ἀσήρ, ὃς ἑρμηνεύεται ΠΑΙ∆ΕΙΑ, καὶ τοῦ δευτέρου τοῦ Ἑλκανά, ὃς μεταλαμ βάνεται εἰς τὸ ΘΕΟΥ ΚΤΗΣΙΣ, καὶ τρίτου τοῦ Ἀβιασάφ, ὃς Ἑλλάδι φωνῇ λέγοιτ' ἂν ΠΑΤΡΟΣ ΣΥΝΑ ΓΩΓΗ, αἱ προφητεῖαι οὐ διῃρέθη σαν, ἀλλ' ὡς ὑπὸ ἑνὸς πνεύματος καὶ μιᾶς φωνῆς ἐν μιᾷ ψυχῇ ἀληθῶς συμφώνως ἐνεργοῦντος καὶ εἴρηνται καὶ ἐγράφησαν, καὶ λαλοῦ<σι λέ γο>ντες οἱ τρεῖς ὡς εἷς· «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός». φασὶ δὲ καὶ πλη θυντικῶς ἐν τῷ τεσσαρακοστῷ τρί τῳ· «ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκού σαμεν». Εἰ δὲ θέλεις ἔτι μᾶλλον ἰδεῖν τοὺς συμφωνοῦντας ἐπὶ τῆς γῆς, ἴδε τοὺς ἀκούσαντας· «ἵνα ἦτε κατ ηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ», καὶ ζηλώσαντας τὸ «ἦν ἡ ψυχὴ καὶ ἡ καρδία (πάντων τῶν πιστευόντων) μία» γενομένων <ἓν> εἴ γε δυνατὸν *** ἐν πλείοσι τοιοῦ τον εὑρεθῆναι, ὥστε μηδὲ τὴν τυχοῦσαν διαφωνίαν εἶναι ἐν αὐτοῖς, ὡς οὐκ ἔστι διαφωνία τῶν τοῦ δεκαχόρ δου ψαλτηρίου χορδῶν πρὸς ἀλλήλας. οὐ συνεφώνουν δὲ ἐπὶ τῆς γῆς οἱ λέγοντες· «ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ», ἀλλὰ ἦν ἐν αὐτοῖς «σχί σματα», ὧν καταλυομένων συνήγοντο μετὰ τοῦ ἐν Παύλῳ πνεύματος «σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ Χρι στοῦ», ἵνα μηκέτι ἀλλήλους δάκνωσι καὶ κατεσθίωσιν, ὡς «ὑπὸ ἀλλήλων» αὐτοὺς ἀναλίσκεσθαι· ἀναλίσκει γὰρ ἡ διαφωνία, ὥσπερ συνάγει ἡ συμ φωνία, καὶ χωρ<ίζ>ει τὸν ἐν μέσῳ τῶν συμφωνούντων μόνων γινόμενον υἱὸν τοῦ θεοῦ. καὶ κυρίως γε ἐν δύο γενικοῖς γίνεται ἡ συμφωνία, τῷ (ὡς ὠνόμασεν ὁ ἀπόστολος) καταρ τισμῷ τοῦ αὐτοῦ νοὸς κατὰ τὸ ταὐτὰ δόγματα ἔχειν νενοημένα, καὶ τῷ τῆς αὐτῆς γνώμης κατὰ τὸ ὁμοίως βιοῦν. ἴδε <τὸ> ἐὰν δύο ὑμῶν συμφωνή σωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενή<σε>ται αὐτοῖς παρὰ τοῦ πατρὸς Ἰησοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. καὶ δῆλον ὅτι ὅπου οὐ γίνεται παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰ τήσωνται, ἐκεῖ οὐδὲ δύο συνε φώνησαν ἐπὶ τῆς γῆς. καὶ τοῦτο αἴτιον ἡμῖν ἐστι τοῦ μὴ ἐπακούεσθαι εὐχομένους τὸ μὴ συμφωνεῖν ἡμᾶς ἀλλήλοις ἐπὶ τῆς γῆς μήτε δόγ μασι μήτε βίῳ. ἔτι δὲ καὶ εἴπερ σῶμά ἐσμεν Χριστοῦ, καὶ «ἔθετο ὁ θεὸς τὰ μέλη, ἕκαστον αὐτῶν ἐν τῷ σώματι», ἵνα «τὸ αὐτὸ μεριμνῶ σιν ὑπὲρ ἀλλήλων τὰ μέλη» καὶ συμ φωνῶσιν ἀλλήλοις, καὶ πάσχοντος μὲν ἑνὸς μέλους συμπάσχῃ πάντα δοξαζομένου δὲ συγχαίρῃ, ὀφείλομεν ἀσκεῖν τὴν ἀπὸ τῆς θείας μουσικῆς συμφωνίαν, ἵνα συναγομένων ἡμῶν εἰς τὸ ὄνο μα τοῦ Χριστοῦ Χριστὸς ᾖ ἐν μέσῳ ἡμῶν, ὁ τοῦ θεοῦ λόγος καὶ ἡ τοῦ θεοῦ σοφία καὶ ἡ δύναμις αὐτοῦ. 14.2 Ταῦτα μὲν οὖν ὡς τῶν δύο καὶ τριῶν, οὓς προκαλεῖται συμφω νεῖν ὁ λόγος, κοινότερον νοουμένων. ἤδη δὲ καὶ ἄλλης διηγήσεως ἁψώμε θα, ἣν ἔλεγέ τις τῶν