48
ἁμαρτίας τοὺς μώ μους, ἀναιδῶς καὶ λίαν ἀδίκως τῷ θανάτῳ παρέδω κεν· αὐτὸς δὲ τῆς ἀδικίας ἠνέσχετο, λῦσαι τὸν κοινὸν μηχανώμενος θάνατον. κγʹ. "∆ιηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε." Κἀντεῦ θεν δῆλον, ὡς ἀνθρωπίνως ταῦτα ἐφθέγγετο, ἅτε δὴ καὶ ἀνθρωπίνως ὑπομένων ἅπερ ἐφθέγ γετο. Ἀδελφοὺς γὰρ καλεῖ τοὺς εἰς αὐτὸν πεπι στευκότας. Ἀδελφοὶ δέ εἰσιν, ὡς ἀνθρώπου. Ὡς γὰρ Θεὸς, δεσπότης καὶ Κύριος· ὡς δὲ ἄνθρωπος, καὶ ἀδελφὸς ὀνομάζεται. Μονογενὴς γάρ ἐστι καὶ πρωτότοκος. Καὶ τὸ μὲν ἁρμόττει ὡς Θεῷ καὶ Κυ ρίῳ· [τὸ δὲ ὡς ἀνθρώπῳ.] Ἧ γὰρ Θεὸς, μόνος γεγέννηται, καὶ μονογενὴς ὀνομάζεται· ᾗ δὲ ἄνθρω πος, καὶ πρωτότοκος κέκληται. Καὶ μάρτυς ὁ Ἀπό στολος λέγων· "Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς." Ταῦτα τοίνυν φησὶ τοῖς ἐμοῖς διηγησάμενος ἀδελφοῖς, δι' αὐτῶν σε ὑμνήσω, παρα σκευάζων ἐκείνους τοῦτον ὑφαίνειν τὸν ὕμνον· εἶτα πληροῖ τὴν ὑπόσχεσιν. κδʹ, κεʹ. "Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ, δοξάσατε αὐτόν. Φοβηθήτω δὴ ἀπ' αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ." Ἐπειδὴ γὰρ ἡ Ἐκκλησία καὶ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων συνέστηκε, καὶ τούτους κἀκείνους εἰς τὸν ὕμνον ἐγείρει τοὺς μὲν ἀπὸ τοῦ προπάτορος ὀνο μάζων, Ἰακώβ τε καὶ Ἰσραὴλ, τοὺς δὲ ἀπὸ τῆς ἀρετῆς, ὡς ἀρκούσης ἀντὶ γένους κοσμῆσαι. Οὕτω δὲ καὶ Ἰουδαίους τοὺς ἐξ ἐθνῶν τῷ νόμῳ προσιόν τας ἔθος ἦν ὀνομάζειν· καὶ τοῦτο ἡμᾶς ἡ τῶν Πράξεων ἱστορία διδάσκει. ∆ημηγορῶν γὰρ ὁ θεῖος Ἀπόστολος οὕτως ἔφη· "Ἄνδρες Ἰσραηλῖται, καὶοἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν." -"Ὅτι οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτω χοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου." Ὑμνήσατε, φησὶ, τὸν αἴτιον τῆς σωτηρίας ταύτης ὑμῖν γενόμενον, τὸν τὴν εὐτελεστάτην ὑμῶν φύσιν οὐκ ἀνασχόμενον παριδεῖν, ἀλλ' εἰσακού σαντα, καὶ διὰ τῆς ἐμῆς ἀναστάσεως ὑμῖν τὴν σωτηρίαν πραγματευσάμενον μετὰ ταῦτα παραδηλοῖ ἣν ὡς Θεὸς ἔχει πρὸς τὸν Πατέρα ἰσότητα. Ἐπήγαγε γάρ· κʹ. "Παρὰ σοῦ ὁ ἔπαινός μου, ἐν ἐκκλησίᾳ με γάλῃ ἐξομολογήσομαί σοι." Ὥσπερ γὰρ ἐγὼ 80.1021 δῆλόν σε τοῖς ἀνθρώποις ποιῶ, οὕτω καὶ σὺ πάν τας ἀνθρώπους διδάσκεις τὴν αὐτήν μοι προσφέ ρειν τιμὴν, νῦν μὲν λέγων, "Οὗτός μού ἐστιν ὁ Υἱὸς ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε·" νῦν δὲ, "Καὶ ἐδόξασά σε, καὶ πάλιν δοξάσω." Οὕτω τὴν περὶ αὐτοῦ γνῶσιν ἀπεκάλυψε τῷ Πέτρῳ, οὕτω τῷ Παύλῳ, οὕτω διὰ τούτων πάλιν ἀνθρώ ποις. Ἐκκλησίαν γὰρ μεγάλην, τὴν μέχρι τῶν τερμάτων τῆς γῆς διήκουσαν προσηγόρευσε. "Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν." Εὐχὰς ἐνταῦθα οὐ προσευχὰς λέγει, ἀλλὰ τὰς ὑποσχέσεις. Ταύτην γὰρ καὶ ὁ νόμος τὴν διαί ρεσιν οἶδεν· "Εὔξῃ εὐχὴν Κυρίῳ," ἀντὶ τοῦ, ἐὰν ὑπόσχῃ τι τῷ Θεῷ. Ἐπειδὴ τοίνυν ὑπέσχετο ἄνω διὰ τῶν εἰς αὐτὸν πιστευόντων ὕμνον ὑφαί νειν, σαφέστερον ἐνταῦθα διδάσκει, ὅτι ταῖς ἐπαγ γελίαις ἐπιθήσει τὸ πέρας, ἵνα δι' αὐτῶν τῶν πραγμάτων οἱ τὰ θεῖα λόγια μελετῶντες μάθωσι τὴν τῶν λόγων ἀλήθειαν. Ἐπειδὴ δὲ ἐκκλησίας ἐμνημόνευσεν, ἀναγκαίως τὰ περὶ ταύτης ποιεῖ ται θεσπίσματα, καὶ τῶν ἐθνῶν ἁπάντων προαγο ρεύει τὴν κλῆσιν. Αὐτοὺς γὰρ πένητας ὀνομάζει, ὡς πάλαι τῆς εὐσεβείας οὐκ ἐσχηκότας τὸν πλοῦτον, ἀλλὰ τῇ τῆς ἀγνοίας δεδουλευκότας πενίᾳ. κζʹ. "Φάγονται πένητες, καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν Κύριον, οἱ ἐκζητοῦντες αὐτόν." Οὐ πάντες, οὐδὲ γὰρ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ, ἀλλ' οἱ τὸν θεῖον εἰσδεξάμενοι πόθον· τούτους ἅτε δὴ πεινῶντας καὶ διψῶντας, κορεσθήσεσθαι ἔφη τῆς ἀθανάτου τροφῆς ἀπολαύσαντας· τὴν δὲ θείαν τροφὴν, καὶ τὴν πνευματικὴν ἴσμεν διδασκαλίαν, καὶ τὴν μυστικὴν καὶ ἀθάνατον εὐωχίαν, ἣν οἱ με μυημένοι γινώσκουσι. "Ζήσονται αἱ καρδίαι αὐ τῶν εἰς αἰῶνα αἰῶνος." Καὶ γὰρ ἔτι φθαρτὸν περι κείμενοι σῶμα, τῇ ἐλπίδι τῆς ἀναστάσεως ψυχαγω γούμενοι, προσμένουσι τὴν ζωὴν αἰώνιον. κηʹ. "Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς." Καλῶς τὸ μνησθήσονται τέθεικε· ἐπειδὴ ὑπὸ τοῦ Θεοῦ τὸ εἶναι