48
οὐ λαμβάνει; καὶ τίς ὁ νομοθέτης βασιλέως; καὶ ἐπειδὴ κατὰ τὸ ἄρχον καὶ τὸ ἀρχόμενον, οὐδὲ τῶν ἀρχομένων οἱ νόμοι οἱ εὐαγγελικοί. εἰ γὰρ ἐκείνου, κἀκείνων, ἵνα μένωσιν ὡς ὑφ' ἑνὶ ταττόμενοι νόμῳ καὶ νομοθέτῃ εὐπειθεῖς καὶ ἀστασίαστοι. εἰ δὲ ἐκείνου οὔ, ὅτε βούλεται, οὐ βούλοιτο δὲ τυχὸν οὐδένα φυλάττειν, αὐτῶν δὲ ναί, δύο ταῦτα, ἢ θεὸς ὁ βασιλεὺς (μόνον γὰρ τὸ θεῖον οὐχ ὑπὸ νόμον) ἢ ἀναρχία καὶ στάσις· οὗ γὰρ νόμος μὴ ταὐτός, πῶς εἰρήνη, τοῦ βασιλέως ἄλλο θέλοντος, ἤγουν μοιχεύειν, αἱρετίζειν, καὶ τῶν ὑπὸ χεῖρα μὴ συντίθεσθαι τὴν μερίδα μετὰ μοιχοῦ νομοθετουμένων μηδὲ συναιρετίζειν μηδ' ὁτιοῦν παραβαίνειν τὸ ὑπὸ Χριστοῦ καὶ τῶν ἀποστόλων παραδεδομένον; καὶ πῶς ἐντεῦθεν οὐ συναναφαίνεται ὁ Ἀντίχριστος ἐπὶ θύραις εἶναι; οὐ γὰρ τολμήσουσι φάναι οἱ μοιχειανοί, "4μὴ οὐχὶ ὃ ἀνομεῖ ὁ βασιλεύς, ποιεῖ τε καὶ κελεύει ὑπείκειν τὸν λαόν"5. καὶ ἴδε εἰσῆλθεν ἐν τῷ λόγῳ αὐτῶν πάντως ὁ Ἀντίχριστος· βασιλεὺς γὰρ ὢν κἀκεῖνος, τοῦτο μόνον ἐπιζητήσει, ὃ θέλει καὶ λέγει γίνεσθαι καὶ οὐδὲν τὸ διάφορον πρὸς τοὺς πρὸ αὐτοῦ ἢ τὸ μὴ τοσοῦτον θέλειν καὶ βούλεσθαι ὡς εἰ καὶ θελήσειεν καὶ ἄρτι. ἡ αὐτὴ ἐξουσία παρὰ τῶν ἱεραρχῶν συνοδικῶς ἐκπεφώνηται. καὶ πῶς συνιῶν τις καὶ οὐκ ὢν δύσερις οὐχ ὁμολογήσειεν οὕτως ἔχειν; τί δὲ ταύτης τῆς αἱρέσεως χεῖρον ἔσται ἕως ἀναδείξεως αὐτῆς τοῦ Ἀντιχρίστου; ἐγὼ οὔπω δοκῶ εἶναι, ἀλλ' αὐτὴν ταύτην εἰς πέρας ἀρξαμένην ἐκ τοῦ δεῦρο τῷ τότε καιρῷ ἀπολῆξαι· καὶ ὅσοι ἐν ταύτῃ ὑποπέσωσι, κἂν τότε ὑπῆρχον, ὑπέπεσον ἄν, καὶ ὁπόσοι δυνάμει θεοῦ ἀνταγωνιζόμενοι στῶσιν, εἶεν ἂν κἀν ταῖς ἡμέραις ἐκείναις νικῶντες τὸν Ἀντίχριστον ἐν θανάτῳ μετὰ Χριστοῦ. Ἀλλ' ὢ τῆς ἀνθρωπίνης ταλαιπωρίας. πῶς ἀπ' ἐντεῦθεν νῶτα ἔστρεψαν; πῶς ὑποδεικνύομεν τί ἐσόμεθα; διὰ τοῦτο ὀλίγοι οἱ μέλλοντες στῆναι· διὰ τοῦτο Ἠλίας καὶ Ἐνὼχ (οὐκ οἴδαμεν εἰ καὶ ὁ Θεολόγος καὶ εὐαγγελιστὴς) ἀρωγοὶ τῆς ἀνθρωπίνης ἀσθενείας καὶ πρωτοστάται καὶ ἀθλοφόροι τῆς ὑπὲρ ὁμολογίας Χριστοῦ νίκης· διὰ τοῦτο κολοβωθήσονται αἱ ἡμέραι τῆς ἀνάγκης ἐκείνης, τῇ ἐπιφανείᾳ Χριστοῦ ἀναιρουμένης. οἱ συνιῶντες στῆτε, μὴ ἀρηνήσησθε Χριστὸν ἀπὸ τοῦ δεῦρο· ἀρκτικὰ γὰρ τὰ παρόντα τῶν τότε. Τὸ δεύτερον οὐ πολλῆς δεῖται σαφηνείας, ἐκ τοῦ προτέρου ἐπιδηλούμενον. ἀναθεματίσαντες οὖν τοὺς μὴ δεχομένους τὴν μοιχοζευξίαν καὶ τὴν μοιχείαν τοῦ βασιλέως καὶ τὴν τοῦ παντὸς εὑρεθέντος καὶ ἐν αὐτῇ τὴν μερίδα θεμένου παρανομίαν ὡς ἁγίαν οἰκονομίαν, τί ἄλλο ἢ τοὺς ἁγίους, καὶ πρῶτόν γε τὸν Πρόδρομον, ἀναθεματίκασιν; ἀληθὲς εἰπεῖν, εἰ καὶ φοβερόν, καὶ αὐτὸν τὸν τῶν ἁγίων δεσπότην· ὃς γὰρ ταῦτα ἀπηγόρευσεν, οὐ δέχεται οὐδὲ εὐδοκεῖ δῆλον ὅτι, ἀλλὰ λίαν ἠπείλησεν ἀπαραίτητον τὸ κρίμα καὶ τὸ μόνον μετὰ μοιχοῦ τὴν μερίδα θεῖναι, οὐ τοῦδε ἢ τοῦδε, ἀλλὰ παντὸς οὑτινοσοῦν, βασιλέως, δυνάστου, μικροῦ καὶ μεγάλου. εἷς γὰρ νόμος ἔσται, φησί, καὶ ἓν εὐαγγέλιον παρελάβομεν· καὶ ὃς ἐκ τοῦδε τοῦ εὐαγγελίου κἂν τὸ τυχὸν παρασαλεύσοι, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἀρκεῖ σοι ἡ ἀσφάλεια. μὴ βασιλεὺς μείζων ἀγγέλου; μὴ οὐχὶ ὁ κοσμοκράτωρ ἐν τῷ κόσμῳ μείζων πάντων τῶν κοσμοκρατορικῶς κρατούντων δαιμόνων καὶ ἀνθρώπων, ἀλλ' οὐχὶ θεϊκῶς; καὶ τί ὁ ἀπόστολος; ἀνάθεμα ἔστω. ἄγγελοι οὐ τολμῶσι παρασαλεῦσαι, οὐδὲ σαλεύοντες μένουσι μὴ ἀναθεματιζόμενοι, ὡς ὁ διάβολος καὶ ἡ ἀποστατικὴ αὐτοῦ πληθύς. καὶ πῶς ἄνθρωπος πᾶς ἐν σαρκὶ ὤν, σαλεύων καὶ καινοτομῶν, καὶ μάλιστα τοιαύτας καινοτομίας, οὐκ ἀλλότριος θεοῦ; Ὃς δὲ οὐ δέχεται ἃ ἀπηγόρευσεν (ἀναληπτέος γὰρ ἐξ οὗ εἰς μεταξυλογίαν μετῆλθεν ὁ λόγος), οὗτος κατὰ τοὺς μοιχειανούς, μᾶλλον δὲ ἀντιχρίστους, ἤδη ἀναθεμάτισται. εἰ δὲ τὸν δεσπότην οὕτως, ὥσπερ οἱ Ἰουδαῖοι, ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια κεκλήκασι, τί περὶ τῶν δούλων καὶ θεραπόντων αὐτοῦ; ἢ γὰρ ὡς οὐ πειθαρχήσαντας τοῖς δεσποτικοῖς νόμοις ἐν ταῖς οἰκονομίαις αὐτῶν ἐδογμάτισαν ἰσόρροπον καὶ ἰσοκλεῆ τὴν μοιχοζευξίαν καὶ