48
μετὰ δύο ἡμέρας ἀπέστειλεν αὐτὸ τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς τοῦτο γνωρίσας ἔκρυψεν. καὶ ἀπελθὼν λέγει τῇ αὐγούστῃ· "τὴν σωτηρίαν μου, τὸ μῆλον, ὃ ἔπεμψά σοι, ποῦ ἔστιν;" ἡ δὲ ἔφη· "μὰ τὴν σωτηρίαν σου, ἔφαγον αὐτό." τότε εἰς ὀργὴν κινηθεὶς κελεύει τὸ μῆλον ἐνεχθῆναι καὶ τὸν Παυλῖνον ἐξορισθῆναι εἰς Καππαδοκίαν κἀκεῖ σφαγῆναι. ὁ δὲ ἀνωτέρω μνημονευθεὶς Εὐσέβιος ὁ σχολαστικός, ὁ πρῶτος Νεστορίου λαβόμενος, προαχθεὶς εἰς ἐπισκοπὴν τοῦ ∆ορυλαίου καὶ πρὸς Εὐτύχην τὸν ἀρχιμανδρίτην περὶ πίστεως διαλεγόμενος εὗρεν οὐκ ὀρθὰ φρονοῦντα αὐτόν. πολλὰ δὲ παραινέσας ὠφελῆσαι αὐτὸν οὐκ ἴσχυσεν. τότε ὁ Εὐσέβιος ἀνήγαγε τὰ περὶ αὐτοῦ Φλαβιανῷ τῷ ἐπισκόπῳ, ὅστις συγκροτήσας σύνοδον μʹ ἐπισκόπων μεταστέλλεται τὸν Εὐτυχέα καὶ κατὰ πᾶσαν ἀκολουθίαν τῶν ἐκκλη100 σιαστικῶν κανόνων ἀνακρίνας καὶ εὑρὼν αὐτὸν αἱρετικὸν καὶ ὕπουλον καθεῖλεν αὐτόν. Χρυσάφιος δέ, ὁ τούτου σύμφρων, τοῦ παλατίου κρατῶν καὶ ταῦτα μαθὼν ἐξάπτεται εἰς ὀργὴν ἐπὶ πλεῖον κατὰ Φλαβιανοῦ καὶ δηλοῖ ∆ιοσκόρῳ τῷ Ἀλεξανδρείας εἰς πάντα αὐτῷ συνεργεῖν τὰ καταθύμια, εἰ ταῖς κατὰ Φλαβιανοῦ καὶ Εὐσεβίου συνδράμῃ αὐτῷ κατηγορίαις καὶ ὑπὲρ Εὐτυχοῦς ἀγωνίσηται. κινεῖ δὲ πρὸς τοῦτο καὶ τὴν αὐγούσταν Εὐδοκίαν τὰ περὶ Πουλχερίας λυπηρὰ κατὰ Φλαβιανοῦ ὑπομιμνήσκων αὐτήν· καὶ παρασκευάζουσιν ἀμφότεροι τὸν βασιλέα θεσπίσαι δευτέραν ἐν Ἐφέσῳ συγκροτηθῆναι σύνοδον, καὶ παρέχουσι ∆ιοσκόρῳ ἐξάρχειν τῆς συνόδου, ἀποστείλαντες αὐτῷ στρατὸν πλεῖστον πρὸς βοήθειαν. μαʹ. ιδʹ. ζʹ. βʹ. ιαʹ. βʹ. ηʹ. Τούτῳ τῷ ἔτει κελεύσει τοῦ βασιλέως Θεοδοσίου ἡ λῃστρικὴ καὶ παράνομος συνηθροίσθη σύνοδος ἐν Ἐφέσῳ τοῦ κριθῆναι τὰ περὶ Φλαβιανοῦ καὶ Εὐτυχοῦς ὑπὸ ∆ιοσκόρου τοῦ δυσσεβοῦς κατὰ παραίνεσιν Χρυσαφίου τοῦ εὐνούχου, τοῦ ἐπίκλην Τζουμᾶ, τὴν τοῦ βασιλέως κουφότητα παραπείσαντος. συναθροισθέντων δὲ πάντων ἐν Ἐφέσῳ, προκαθίσας ὁ ∆ιόσκορος οὐ συνεχώρησε παρεῖναι νοτάριον ἕτερον τῇ συνόδῳ, ἀλλὰ τοὺς ἰδίους μόνους ἐποίησε γράφειν τὰ πραττόμενα. ζητήσεως οὖν γενομένης ἀπῃτεῖτο Εὐτύχης τὴν ἰδίαν δόξαν ἐκφάναι, καὶ ἀπεκρίνατο λέγων· "ὁμολογῶ ἐκ δύο φύσεων γενέσθαι τὸν κύριον ἡμῶν πρὸ τῆς ἑνώσεως· μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ." τότε ∆ιόσκορος εἶπεν· "καὶ ἡμεῖς τούτοις συντιθέμεθα πάντες." καὶ οἱ μὲν τοποτηρηταὶ τοῦ πάπα Λέοντος Ῥώμης θεασάμενοι τὴν ∆ιοσκόρου ὁρμήν, καὶ ὅτι τὴν ἐπιστολὴν τοῦ πάπα τὴν πρὸς Φλαβιανὸν οὐ συνεχώρησεν ἀναγνωσθῆναι οὔτε τὴν πρὸς τὴν σύνοδον, ἀλλὰ παρωράθησαν, ἔφυγον καὶ κατῆλθον ἐν Ῥώμῃ. ὁ δὲ ∆ιόσκορος τῷ Εὐτυχίῳ μὲν τὴν ἱερωσύνην ἀποδίδωσιν, Εὐσέβιον δὲ τὸν τοῦ ∆ορυλαίου καὶ Φλαβιανὸν τὸν Κωνσταντινουπόλεως ἑτοίμως καθεῖλεν. ὃς καὶ πρὸς τῇ καθαιρέσει ὠθισμοῖς καὶ λακτίσμασι τῶν ὑπὸ ∆ιοσκόρου ἐκβαλλόμενος τριταῖος τὸν βίον μετήλ101 λαξεν. καὶ τῇ ἑξῆς βίᾳ στρατιωτῶν καὶ ξιφῶν ὑπογράψαι οἱ ἐπίσκοποι κατηναγκάσθησαν. ὁ δὲ ∆όμνος, Ἀντιοχέων ἐπίσκοπος, βίᾳ ὑπογράψας καὶ εἰς ἑαυτὸν ἐλθὼν ἀντέστη ∆ιοσκόρῳ καὶ τοῖς ἄρχουσι καταβοῶν τῶν πραχθέντων καὶ ἀσέβειαν τὴν σύνοδον ὀνομάζων καὶ τὴν ἑαυτοῦ ὑπογραφὴν ζητῶν ἀναλαβεῖν. ταῦτα μαθὼν ὁ πάπας Λέων πρόσεισι τῷ βασιλεῖ Οὐαλεντινιανῷ καὶ ταῖς αὐγούσταις μετὰ δακρύων αἰτῶν ἐπιστολὰς Θεοδοσίῳ τῷ βασιλεῖ, διόρθωσιν γενέσθαι τῶν ἐν Ἐφέσῳ ἀθέσμως καὶ ἀκανονίστως πραχθέντων. ὁ δὲ ἀντιγράφει τῇ θυγατρὶ Εὐδοξίᾳ οὕτως· "τοῦτο τῇ σῇ γλυκύτητι γνωρίσαι βούλομαι, ὅτι ὁ Φλαβιανὸς θείᾳ κρίσει τῶν ἐκκλησιῶν ἐξεβλήθη ὡς ταραχῶν πολλῶν αἴτιος." ὁ δὲ ∆ιόσκορος καθῇρε καὶ Θεοδώρητον καὶ Ἴβαν καὶ Ἀνδρέαν καὶ ∆όμνον τὸν Ἀντιοχείας καὶ ἄλλουςἀνατολικοὺς ἐπισκόπους ἀπόντας. Θεοδόσιος δὲ ὁ βασιλεὺς εὐρίπιστος ἦν, παντὶ ἀνέμῳ φερόμενος, ὅθεν καὶ χάρταις ἀπαραναγνώστοις πολλάκις ὑπέγραφεν· ἐν οἷς καὶ Πουλχερία ἡ σοφωτάτη δωρεὰν ὑπέβαλεν ἀπαρανάγνωστον ἐκχωροῦσαν πρὸς δουλείαν Εὐδοκίαν, τὴν