1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

49

Μαρτῖνον ὁμοφροσύνῃ) ἔσκωπτέ γε τὸν Βούζην ἀναφανδὸν καὶ ἐπεκερτόμει, ὡς οὐ πώποτε τὰ δέοντα λογιζόμενον. 7 κράτιστον δὲ ἔλεγεν εἶναι περιττῷ μὲν πόνῳ τὸ στράτευμα ἥκιστα ἐπιτρίβειν, ἅπαντας δὲ τῷ φρουρίῳ πελάσαντας ῥᾳδίως γε αὐτὸ καταστρέψασθαι καὶ προτερῆσαι τὴν ἔξωθεν ἐπικουρίαν· ὀλίγους δέ, εἴ γε ἄρα, στέλλειν ἐπ' ἐκείνους, τὸ τάχος τῆς ἐφόδου διακωλύσοντας. 8 καὶ ἦν μὲν πολλῷ ἀμείνονα τὰ τῷ Βούζῃ βεβουλευμένα καὶ τῆς φύσεως ἐχόμενα τῶν πραγμάτων στρατηγίᾳ τε ἀρίστῃ πρέποντα καὶ τὸ δραστήριον ξὺν τῷ ἀσφαλεῖ παρεχόμενα. ἐπεὶ 91 δέ, ὡς ἔοικεν, ἅπασα ἡ πληθὺς τοῦ ἄγους μετειλήφει τῷ ξυνεῖναί τε καὶ ἕπεσθαι τοῖς μιαιφόνοις, ἡ κακίων τε καὶ ἀξύμφορος νενίκηκε γνώμη, ὡς ἂν παραχρῆμα ὑπόσχοιεν δίκας. 9 στέλλονται μὲν γὰρ ἐπ' ἐκείνους τοὺς ἐκ Μουχειρίσιδος ἐρχομένους ἄνδρες ἱππόται οὐ πλείους ἢ ἑξακό σιοι. ἡγοῦντο δὲ αὐτῶν ∆αβραγέζας τε καὶ Οὐσίγαρδος, ἄμφω μὲν βαρ βάρω τὸ γένος, Ῥωμαϊκῶν δὲ ταγμάτων προεστηκότε. 10 οἱ δὲ ἄλλοι ἅπαντες ἅμα τοῖς στρατηγοῖς τῷ φρουρίῳ προσβαλόντες εὐθὺς ἔργου εἴχοντο. τάς τε γὰρ μηχανὰς ἐκίνουν καὶ τῶν πυλῶν ἀπεπειρῶντο καὶ ἀμφικυκλώσαντες τῷ πλήθει τὸν περίβολον πάντοθεν ἐσηκόντιζον. 11 οἱ δὲ Πέρσαι, ἀλλὰ γὰρ καὶ οὗτοι ἀνὰ τὰς ἐπάλξεις διαθέοντες, ὡς οἷόν τε ἦν, ἐκ τῶν παρόντων ἠμύνοντο, βέλη τε ἀφιέντες συχνὰ καὶ τὰ ἔκτοθεν φυλαττόμενοι. ὀθόνας γάρ τινας καὶ ἁπλοΐδας ἐκ τοῦ μετεώρου κρεμάσαντες ταύτῃ τὰς βολὰς ἀσθενεστέρας ἀπετέλουν, ἐν τοῖσδε πρότε ρον περιειργομένας. 12 σπουδῇ τε πολλῇ καὶ προθυμίᾳ κατ' ἀλλήλων διεμάχοντο· καὶ εἴκασεν ἄν τις παρατάξει μᾶλλον ἢ πολιορκίᾳ τὸ χρῆμα. τοσαύτη ἄρα ἦν ἑκατέρωθεν ἡ ταραχὴ καὶ ἡ τῶν ἔργων ἐπίδειξις, τῶν μὲν ὑπὲρ τῆς σφῶν σωτηρίας ἀγωνιζομένων, ὡς οὐ μετρίου περιστάντος κινδύνου, τοῖς δὲ καὶ μάλα αἰσχρὸν εἶναι δοκοῦν ἅπαξ ἐπελθοῦσιν ἀπράκτοις ἐπανιέναι καὶ μὴ οὐχὶ παραστήσασθαι τὸ ἐπιτείχισμα καὶ ἀπαλλάξαι τὴν Ἀρχαιόπολιν γειτονήματος πολεμίου.

7. Οἱ δὲ ἄλλοι Πέρσαι ἐς τρισχιλίους ἱππότας μαχίμους ξυντεταγ μένοι ἄραντες ἔκ τε Κοταϊσίου καὶ Μουχειρίσιδος ἐχώρουν ἐπὶ τὴν Ὀνόγουριν. 2 πορευομένοις δὲ αὐτοῖς ἐκμελέστερον καὶ οὐδὲν ὅ τι πολέμιον διανοουμένοις ἐσπίπτουσιν ἀθρόον οἱ ἀμφὶ τὸν ∆αβραγέζαν καὶ Οὐσίγαρδον καὶ τῷ αἰφνιδίῳ γε αὐτοὺς καταπλήξαντες εὐθὺς ἐς φυγὴν ἔτρεψαν. 3 τούτου δὲ ἀπηγγελμένου τοῖς πολιορκοῦσι Ῥω μαίοις αὐτίκα οἵ γε θαρραλεώτερον ἐπιφερόμενοι τά τε παραπετάσματα ἐκεῖνα καθεῖλκον καὶ ξὺν ἀκοσμίᾳ πολλαχοῦ τοῦ τείχους διεσκεδάννυντο, ὡς ῥᾳδίως τὸ λοιπὸν τὰ τῇδε ἅπαντα διαρπασόμενοι, ἅτε δὴ τῶν ἔξωθεν δυσμενῶν πεφευγότων καὶ οὐδενὸς ἔτι ἐνοχλήσοντος. 4 ἀλλ' ἐκεῖνοι τάχιστα καταμαθόντες, ὡς οὐχ ἅπας αὐτοῖς ὁ τῶν Ῥωμαίων ἐπῆλθε στρατός, ᾗπερ τὴν ἀρχὴν ᾠήθησαν, ὀλίγοι δὲ σφόδρα καὶ ὅσοι κατάσκοποι μᾶλλον ἢ πολεμισταὶ ἀξιόχρεοι νομισθῆναι, ἐπιστρέφουσιν ἐξαπιναίως ἐπ' αὐτοὺς ἀλαλάζοντες. 5 οἱ δὲ τὴν μεταβολὴν οὐκ ἐνεγκόντες ἐς παλίωξιν μετεχώρουν καὶ πολλῇ ἔφευγον ξὺν ταχυτῆτι. εἵποντο δὲ αὐτοῖς ὡς πλησιαίτατα καὶ οἱ Πέρσαι διώκοντες, ὥστε ἀμέλει 92 ξυνενεχθῆναι, τῶν μὲν ἑλεῖν, τῶν δὲ ἀποδιδράσκειν ἐπειγομένων, ἄμφω ἅμα, τούς τε φεύγοντας καὶ τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, παρὰ τὰ ἄλλα τῶν Ῥωμαίων στρατεύματα μιγάδην ἱκέσθαι. 6 θορύβου δὲ πολλοῦ, ὡς τὸ εἰκός, ἀναστάντος, ἅπαν δὴ τὸ πλῆθος, περιφρονήσαντες τὴν πολιορκίαν καὶ τὴν ὅσον οὔπω ἐλπισθεῖσαν ἔσεσθαι πόρθησιν τοῦ φρουρίου, καὶ δὴ ξὺν τοῖς στρατηγοῖς ἀπιόντες ᾤχοντο, οὔτε διαγνῶναι ἀναμείναντες ὅ τι ποτέ ἐστι τὸ γεγενημένον, ἢ ὁπόσοι ὄντες αὐτοὶ εἶτα ὑφ' ὅσων ἐλαύνονται, ἀλλ' ᾔεσαν οὕτω δρομαῖοι καὶ διεταράττοντο, καθάπερ Πανικοῦ δείματος ἐμπεσόντος. 7 οἱ δὲ Πέρσαι κατὰ τὸ μᾶλλον θαρσήσαντες πλέον