1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

49

Ἀλεξανδρείας». καὶ τοῦτο παρόντες μὲν Ἀδαμάντιος, Ἀνουβίων, Ἀγαθάμμων, Ἀρβεθίων, Πέτρος οἱ ἐπίσκοποι ἤκουσαν, ἔδειξε δὲκαὶ ὁ θυμὸς τοῦ βασιλέως. ὁ γὰρ τοιαῦτα γράψας καὶ καταγινώσκων τῆς ἀδικίας αὐτῶν, ὡς ἤκουσε τὴν τοιαύτην διαβολήν, εὐθὺς ἐπυρώθη καὶ ἀντὶ τῆς ἀκροάσεως εἰς τὰς Γαλλίας 87.3 ἡμᾶς ἀπέστειλεν. ἀλλὰ καὶ τοῦτο μᾶλλον αὐτῶν δείκνυσι τὴν πονηρίαν· ὁ γὰρ μακα ρίτης Κωνσταντῖνος ὁ νεώτερος ἀποστέλλων ἡμᾶς εἰς τὴν πατρίδα καὶ μεμνημένος ὧν ἔγραψεν ὁ πατὴρ αὐτοῦ, ἔγραψε καὶ αὐτὸς ταῦτα· 87.4 Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως Ἀλεξαν δρείας. Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθα νάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵν', ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμεινε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ. 87.5 πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην ἀφαιρεθεὶς τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν ὑπ' ἐμοὶ διάγειν κεκέλευσται, οὕτως ὡς ἐν ταύτῃ τῇ πόλει, ἐν ᾗ διέτριβε, πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετὴ ταῖς θείαις πεποι 87.6 θυῖα βοηθείαις καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ. τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν Κωνσταντῖνος ὁ Σεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρασχεῖν προῄρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πλη 87.7 ρῶσαι. ὅστις ἐπειδὰν τῆς ὑμετέρας τύχοι προσόψεως, ὅσης αἰδοῦς τετύχηκε, γνώ σεσθε. οὐ γὰρ θαυμαστόν, εἴ τι δ' ἂν ὑπὲρ αὐτοῦ πεποίηκα· καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν καὶ τὸ τοῦ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξει, ἀγαπητοὶ ἀδελφοί. ἐδόθη πρὸ δεκαπέντε καλανδῶν Ἰουλίων ἐν Τριβέροις.

88.1 Ταύτης τῆς αἰτίας οὔσης δι' ἣν ἀπεστάλημεν εἰς τὰς Γαλλίας, τίς πάλιν οὐ συνορᾷ τὴν μὲν τοῦ βασιλέως προαίρεσιν, τὴν δὲ τῶν περὶ τὸν Εὐσέβιον φονικὴν ψυχήν, καὶ ὅτι τοῦτο πεποίηκε βασιλεύς, ἵνα μή τινα μείζονα συσκευὴν βουλεύσωνται; ἐπήκουσε γὰρ ἁπλῶς. αὕτη τῶν περὶ Εὐσέβιον ἡ πρᾶξις, αὕτη τῆς καθ' ἡμῶν συσκευῆς ἡ μηχανή. 88.2 τίς ταῦτα συνορῶν οὐκ ἂν εἴποι μηδὲν κατὰ χάριν ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ' ὅτι δι καίως καὶ ἀκολούθως τὸ τοσοῦτον πλῆθος τῶν ἐπισκόπων καὶ ἰδίᾳ καὶ κοινῇ τοιαῦτα μὲν 88.3 ὑπὲρ ἡμῶν ἔγραψε, τῆς δὲ συκοφαντίας τῶν ἐχθρῶν κατέγνωσαν; τίς τὰ τοιαῦτα καὶ τοσαῦτα θεωρήσας οὐκ ἂν εἴποι ὅτι καὶ Οὐάλης καὶ Οὐρσάκιος εἰκότως κατέγνωσαν ἑαυτῶν καὶ μεταγινώσκοντες τοιαῦτα καθ' ἑαυτῶν ἔγραψαν, μᾶλλον ἑλόμενοι πρὸς ὀλίγον αἰσχυνθῆναι ἢ αἰωνίως τὴν τῶν συκοφαντῶν ὑπομεῖναι τιμωρίαν;

89.1 ∆ιὰ τοῦτο γὰρ δικαίως καὶ ἐκκλησιαστικῶς ποιοῦντες καὶ οἱ μακάριοι συλλειτουργοὶ ἡμῶν, ἐπειδή τινες ἀμφίβολα τὰ καθ' ἡμᾶς ἔλεγον καὶ ἀκυροῦν ἐβιάζοντο τὰ ὑπὲρ ἡμῶν κριθέντα, πάντα παθεῖν ὑπέμειναν νῦν καὶ ἐξορισθῆναι εἵλοντο ἢ λυομένας ἰδεῖν τὰς τῶν 89.2 τοσούτων ἐπισκόπων κρίσεις. εἰ μὲν οὖν πρὸς τοὺς βουλευσαμένους καθ' ἡμῶν καὶ ἐθελήσαντας ἀνατρέψαι τὰ ὑπὲρ ἡμῶν ἄχρι λόγων ἦσαν ἐνστάντες οἱ ἀληθῶς ἐπίσκοποι ἢ οἱ τυχόντες ἦσαν ἄνδρες ἀλλὰ μὴ ἐπισήμων πόλεων καὶ κεφαλαὶ τοσούτων ἐκκλησιῶν, ἦν ἂν ὑποπτεύειν μὴ ἄρα κεχαρισμένα ποιοῦντες πάλιν ἐφιλονείκησαν καὶ νῦν αὐτοί· 89.3 ὅτε δὲ καὶ λογισμοῖς ἔπειθον καὶ ἐξορισμὸν ὑπέμειναν καὶ Λιβέριός ἐστιν ὁ τῆς Ῥώμης ἐπίσκοπος· εἰ γὰρ καὶ εἰς τέλος οὐχ ὑπέμεινε τοῦ ἐξορισμοῦ τὴν θλῖψιν, ὅμως διετίαν ἔμεινεν ἐν τῇ μετοικίᾳ γιγνώσκων τὴν καθ' ἡμῶν συσκευήν· καὶ ἐπειδὴ καὶ Ὅσιος ὁ