μὴ προσέχειν τοῖς ἀπατῶσι, λέγων ἔσεσθαι αὐτῶν ἀπώλειαν, ὥσπερ καὶ τῶν παραβάντων ἀγγέλων γέ γονε. Προμηνύει δὲ ἐν τῇ Ἐπιστολῇ ἡμέρας ἔσεσθαι, ἐν αἷς ἐμπαῖκται περιπατήσουσι, καὶ θελήσουσιν ἀπα τᾷν τινας, λέγοντες μάτην λέγεσθαι παρ' ἡμῶν τὴν παρουσίαν τοῦ Σωτῆρος, διὰ τὸ ἀεὶ λέγεσθαι, καὶ μή πω παραγενέσθαι. Ἀπὸ τούτων οὖν καὶ μάλιστα ἀπ έχεσθαι παραγγέλλει, διδάσκων, μὴ ὀλιγωρεῖν ἐν τοῖς χρόνοις. Πάντα γὰρ τὸν χρόνον μηδὲν εἶναι ἐνώπιον Κυρίου, διὰ τὸ καὶ τὴν μίαν ἡμέραν ὡς χίλια ἔτη εἶ ναι, καὶ τὰ χίλια ἔτη ὡς ἡμέραν μίαν. Ἔσεσθαι δὲ 28.409 ταχέως τὴν ἡμέραν Κυρίου διαβεβαιοῦται, καὶ ἀπο δείκνυσι, καὶ ἐντέλλεται ἑτοίμους εἶναι πάντας εἰς αὐτὴν ἐν ἔργοις ἀγαθοῖς, καὶ ἀγαπᾷν τὰ ὑπὸ τοῦ ἀπο στόλου Παύλου γραφέντα, καὶ μὴ προσέχειν τοῖς διαβάλλουσιν αὐτὰ διὰ τὸ καὶ πάσας τὰς θείας Γραφὰς διαβάλλειν αὐτούς. Ὑπομνήσας οὖν καὶ διδάξας πάν τας προειδέναι τὰ πράγματα, παραινεῖ μὴ ἐκπίπτειν τοῦ σκοποῦ τῆς πίστεως, καὶ οὕτως τελειοῖ τὴν Ἐπι στολήν. Τετάρτη, Ἰωάννου. Οὕτως καὶ αὕτη καλεῖται, ἐπειδὴ καὶ αὐτὸς Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ ταύτην ἐπιστέλλει, ὑπο μιμνήσκων τοὺς ἤδη πιστεύσαντας εἰς τὸν Κύριον. Καὶ πρῶτον μὲν ὥσπερ ἐν τῷ Εὐαγγελίῳ, οὕτως καὶ ἐν ταύτῃ τῇ Ἐπιστολῇ θεολογεῖ περὶ τοῦ Λόγου, ἀπο δεικνὺς αὐτὸν ἀεὶ εἶναι ἐν τῷ Θεῷ, καὶ διδάσκων τὸν Πατέρα φῶς εἶναι, ἵνα καὶ οὕτως γνῶμεν τὸν Λόγον ἀπαύγασμα ἐξ αὐτοῦ εἶναι. Θεολογῶν δὲ, ἐξηγεῖται μὴ νεώτερον εἶναι τὸ καθ' ἡμᾶς μυστήριον, ἀλλὰ καὶ ἐξ ἀρχῆς μὲν ἀεὶ τυγχάνειν αὐτὸ, νῦν δὲ πεφανερῶσθαι ἐν τῷ Κυρίῳ, ὅστις ἐστὶ ζωὴ αἰώνιος, καὶ Θεὸς ἀληθινός. Καὶ τὸ αἴτιον δὲ τῆς τοῦ Λόγου παρουσίας καὶ ἐπιφανείας αὐτοῦ τίθησιν εἶναι λέγων τοῦτο, ἐπὶ τὸ καταλῦσαι τὰ ἔργα τοῦ διαβόλου, καὶ ἡμᾶς ἐλευθερωθῆναι τοῦ θανάτου, καὶ γινώσκειν ἡμᾶς τὸν Πατέρα, καὶ αὐτὸν τὸν Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι στόν. Γράφει γοῦν πρὸς πᾶσαν ἡλικίαν, πρὸς παιδία, πρὸς νεανίσκους, πρὸς γέροντας, ὅτι ὁ μὲν Θεὸς ἐγνώ σθη, ἡ δὲ διαβολικὴ ἐνέργεια λοιπὸν νενίκηται, κατ αργηθέντος τοῦ θανάτου. Εἶτα λοιπὸν δι' ὅλης τῆς Ἐπιστολῆς περὶ ἀγάπης διδάσκει, θέλων ἡμᾶς ἀλλή λους ἀγαπᾷν, ἐπειδὴ καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Ἐξηγεῖται οὖν ἐπὶ διαφορᾶς φόβου καὶ ἀγάπης, καὶ τέκνων Θεοῦ καὶ τέκνων διαβόλου, καὶ περὶ ἁμαρτίας θανατικῆς, καὶ μὴ θανατικῆς, καὶ διαφορᾶς πνευμά των. Καὶ λοιπὸν διαιρεῖ, ποῖον μὲν πνεῦμα ἐκ τοῦ Θεοῦ ἐστι, ποῖον δὲ τῆς πλάνης, καὶ πότε μὲν γινω σκόμεθα τέκνα Θεοῦ, πότε δὲ διαβόλου· καὶ περὶ ποίας ἁμαρτίας ὀφείλομεν εὔχεσθαι· καὶ ὅτι ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὐκ ἔστιν ἄξιος τῆς κλήσεως, οὐδὲ δύναται λέγεσθαι τοῦ Χριστοῦ. Καὶ τὴν ἑνότητα δὲ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δείκνυσι· καὶ ὅτι ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει. ∆ιακρίνει δὲ ἐν τῇ Ἐπιστολῇ ταύτῃ, λέγων καὶ τὸ ἴδιον τοῦ Ἀντιχρίστου· εἶναι δὲ τοῦτο τὸ λέγειν μὴ εἶναι τὸν Ἰησοῦν αὐτὸν τὸν Χριστὸν, ἵνα, ὡς μὴ ὄντος ἐκείνου, ἑαυτὸν εἴπῃ εἶναι ὁ ψεύστης. Παραινεῖ δὲ δι' ὅλης τῆς Ἐπιστολῆς μὴ ἀθυμεῖν τοὺς πιστεύοντας τῷ Κυρίῳ, εἰ μισοῦν ται ἐν τῷ κόσμῳ, ἀλλὰ μᾶλλον χαίρειν, ὅτι τὸ μῖσος τοῦ κόσμου δείκνυσι τοὺς πιστεύσαντας μεταβεβηκέ ναι ἀπ' αὐτοῦ κόσμου, καὶ εἶναι λοιπὸν τῆς οὐρανίου πολιτείας. Καὶ ἐν τῷ τέλει δὲ τῆς Ἐπιστολῆς πάλιν ὑπομιμνήσκει λέγων, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς ζωὴ αἰώ νιός ἐστι, καὶ Θεὸς ἀληθινὸς, καὶ ἵνα τούτῳ δουλεύωμεν, καὶ φυλάττωμεν ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων. Πέμπτη, πάλιν καὶ αὕτη Ἰωάννου. Ταύτην ὡς πρεσβύτερος γράφει κυρίᾳ καὶ τοῖς 28.412 τέκνοις αὐτῆς. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Ὁρῶν τὰ τέκνα ταύτης καλῶς ἀναστρεφόμενα ἐν τῇ πίστει, καὶ πολλοὺς πλάνους περιερχομένους, καὶ λέ γοντας μὴ εἶναι τὴν παρουσίαν τοῦ Χριστοῦ ἐν σαρ κὶ, γράφει τὴν Ἐπιστολήν.
49