49
τῇ γυναικὶ αὐτοῦ, τῇ τοῦ πατρικίου Ἀσωτίου, τοῦ καὶ Κισκάση, θυγατρὶ ὡς πατρικὸν αὐτῆς. Ὅτε δὲ διεμέριζον τὴν χώραν τοῦ μαγίστρου Κουρκενίου μεθ' ὅπλων, ὅ τε Ἀσώτιος ὁ κουροπαλάτης καὶ ὁ μάγιστρος Γεώργιος, ὁ ἐξουσιαστὴς Ἀβασγίας καὶ ὁ μάγιστρος Παγκράτιος, ὁ ἀδελφὸς τοῦ προρρηθέντος κουροπαλάτου, ἦλθον εἰς συμβίβασιν, καὶ ἐπῆρεν ἕκαστος τὸ πλησιάζον αὐτῷ. Τὸ δὲ Ἀρδανούτζιν ἐπλησίαζεν τῷ Συμβατίῳ, τῷ τοῦ προρρηθέντος ∆αυὶδ υἱῷ. Τότε ἐκράτησαν πάντες τὴν γυναῖκα τοῦ μαγίστρου Κουρκενίου, ἤγουν τὴν θυγατέρα τοῦ πατρικίου Ἀσωτίου, τοῦ καὶ Κισκάση, λέγοντες, ὡς ὅτι· "Σὺ γυνὴ οὖσα οὐ δύνασαι κρατεῖν τὸ κάστρον." Τότε δέδωκεν ὁ Συμβάτιος εἰς ἀντισήκωσιν τοῦ κάστρου χωρία τῇ γυναικί, καὶ ἀνελάβετο τὸ τοιοῦτον κάστρον τὸ Ἀρδανούτζιν. Ἰστέον, ὅτι ἡ συγγένεια τῶν τοιούτων Ἰβήρων τοῦτον ἔχει τὸν τρόπον. Τοῦ ∆αυὶδ ἡ μήτηρ καὶ τοῦ Ἀδρανασὲ τοῦ κουροπαλάτου, τοῦ πατρὸς τοῦ ἀρτίως Ἀσωτίου τοῦ κουροπαλάτου, ὑπῆρχον δύο ἀδελφῶν παιδία, ἤγουν ἐξαδέλφαι. Εἶχεν δὲ Συμβάτιος, ὁ τοῦ ∆αυὶδ υἱός, γυναῖκα τὴν θυγατέρα τοῦ μαγίστρου Παγκρατίου, τοῦ πατρὸς τοῦ Ἀδρανασῆ, τοῦ ἀρτίως μαγίστρου, καὶ τελευτησάσης, ἔλαβεν ὁ Ἀδρανασὴ τὴν ἀδελφὴν τοῦ Συμβατίου, τοῦ υἱοῦ τοῦ ∆αυίδ. Ὅτι τὸ κάστρον τὸ Ἀρδανούτζιν ἐστὶν ὀχυρὸν πάνυ, ἔχει δὲ καὶ ῥαπάτιν μέγα ὡς χωρόπολιν, καὶ αἱ πραγματεῖαι τῆς τε Τραπεζοῦντος καὶ τῆς Ἰβηρίας καὶ τῆς Ἀβασγίας καὶ ἀπὸ πάσας τὰς χώρας τὰς Ἀρμενικὰς καὶ τῆς Συρίας ἐκεῖσε ἀφικνοῦνται, ἔχει δὲ καὶ κομμέρκιον ἐκ τῶν τοιούτων πραγματειῶν ἄπειρον. Ἡ δὲ χώρα τοῦ κάστρου Ἀρδανουτζίου, ἤτοι τὸ Ἀρζῦν ἐστιν καὶ πολλὴ καὶ εὔφορος, καὶ ὑπάρχει κλειδὶν τῆς τε Ἰβηρίας καὶ Ἀβασγίας καὶ τῶν Μισχιῶν. Ὅτι ὁ μακάριος βασιλεύς, ὁ κύρις Ῥωμανὸς ἀπέστειλεν τὸν πατρίκιον Κωνσταντῖνον καὶ δρουγγάριον τοῦ πλωΐμου, τῷ τότε καιρῷ πρωτοσπαθαρίου καὶ μαγγλαβίτου τυγχάνοντος, δεδωκὼς αὐτῷ καὶ ἱμάτιον μαγιστράτου πρὸς τὸ ποιῆσαι τὸν Κουρκένιον τὸν Ἴβηρα μάγιστρον. Μετὰ δὲ τὸ ἐξελθεῖν τὸν πατρίκιον Κωνσταντῖνον καὶ δρουγγάριον τοῦ πλωΐμου μέχρι Νικομηδείας εἰσῆλθεν ὁ μοναχὸς Ἀγάπιος ὁ τοῦ Κυμινᾶ, ὃς ἦν τῷ τότε καιρῷ εἰς τὴν ἁγίαν πόλιν εὐχῆς ἕνεκα. Καὶ διερχομένου αὐτοῦ τὴν Ἰβηρίαν, κατήντησεν εἰς τὸ κάστρον τὸ Ἀρδανούτζιν. Καὶ εἶχεν ὁ πατρίκιος Ἀσώτιος, ὁ καὶ Κισκάσης καλούμενος, ἔχθραν μετὰ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ Κουρκένη, καὶ ἐλάλησεν εἰς τὸν μοναχὸν Ἀγάπιον, ὅτι· "Ἐνορκῶ σε εἰς τὸν Θεὸν καὶ εἰς τὴν δύναμιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, ἵνα ἀπέλθῃς ἐν τῇ πόλει, καὶ εἴπῃς τὸν βασιλέα, ἵνα ἀποστείλῃ καὶ παραλάβῃ τὸ κάστρον μου καὶ ἔχῃ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ." Ὁ δὲ μοναχὸς Ἀγάπιος εἰσελθὼν ἐν τῇ πόλει, διηγήσατο τὸν βασιλέα, ὅσα ἐλάλησεν πρὸς αὐτὸν ὁ πατρί κιος Ἀσώτιος, ὁ καὶ Κισκάσης. Τοῦ δὲ προρρηθέντος πατρικίου Κωνσταντίνου καὶ δρουγγαρίου τοῦ πλωΐμου ἐν Νικομηδείᾳ τυγχάνοντος διὰ τὴν προρρηθεῖσαν τῆς προβολῆς τοῦ μαγίστρου τοῦ Κουρκένη Ἴβηρος ὑπόθεσιν, ἐκ προστάξεως τοῦ βασιλέως ἐδέξατο πιττάκιον τοῦ πατρικίου Συμεών, τοῦ πρωτοασηκρῆτις, ὡς ὅτι· "Κελεύει ὁ βασιλεὺς ἡμῶν ὁ ἅγιος καταλιπεῖν σε πάσας σου τὰς δουλείας καὶ ἀπελθεῖν ἐν συντομίᾳ πρὸς τὸν πατρίκιον Ἀσώτιον, τὸν καὶ Κισκάσην λεγόμενον, καὶ παραλαβεῖν τὸ κάστρον αὐτοῦ τὸ Ἀρδανούτζιν, ἐπειδὴ διὰ τοῦ μοναχοῦ Ἀγαπίου ἐδηλοποίησεν τὸν βασιλέα ἡμῶν τὸν ἅγιον τοῦ ἀποσταλῆναι πιστὸν ἄνθρωπον καὶ οἰκεῖον τοῦ παραλαβεῖν τὸ κάστρον αὐτοῦ τὸ Ἀρδανούτζιν· καὶ ἀπερχομένου σου ἐν Χαλδίᾳ, ἀναλαβοῦ ἄρχοντας χρησίμους, οὓς ἐπίστασαι εἶναι ἠνδρειωμένους καὶ πιστούς, καὶ εἴσελθε καὶ κράτησον τὸ τοιοῦτον κάστρον." Τοῦ δὲ πατρικίου Κωνσταντίνου καὶ δρουγγαρίου τοῦ πλωΐμου ἀπελθόντος ἐν Χαλδίᾳ καὶ ἀναλαβομένου τουρμάρχας χρησίμους καὶ ἄρχοντας καὶ λαὸν μέχρι τῶν τʹ, εἰσῆλθεν ἐν Ἰβηρίᾳ, καὶ ἐκράτησεν αὐτὸν ὁ μακάριος ∆αυίδ, ὁ ἀδελφὸς Ἀσωτίου, τοῦ ἀρτίως κουροπαλάτου, λέγων πρὸς αὐτόν· "Ποῦ ἀπεστάλης παρὰ τοῦ βασιλέως, καὶ τί δουλείαν ὀφείλεις ἐκτελέσαι, ὅτι