κείρω κέῤῥω· ἢ παρὰ τὸ χρέω γέγονεν χέλος, καὶ ἐν πλεονασμῷ τοῦ ι χεῖλος· εἰς αὐτὸ γὰρ ἔχονται αἱ τροφαί. 9Χρείω9: Σημαίνει δὲ τὸ χρεισμοδῶ, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ χρέος γέγονεν χρέω, καὶ ἐν πλεονασμῷ τοῦ ι χρείω· τοῖς γὰρ χρεῖαν ἔχουσι τὸ ἀληθὲς μαθεῖν χρεισμοδεῖ ὁ τόπος. 9Χρίω9: Σημαίνει δὲ τὸ ἀλείφω, διὰ τοῦ ι γράφεται· καὶ ἴσως πρὸς ἀντιδιαστολὴν τοῦ χρείω τοῦ ἐπὶ χρεισμοδῶ· ἕτε- ροι δὲ λέγουσιν ὅτι διὰ τοῦ ι γράφεται, ἐπειδὴ τὰ εἰς πτω οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, νίπτω· ῥίπτω· πλὴν τοῦ φιλαλείπτω· γέγονεν δὲ ἀπὸ τοῦ χρίμπτω χρίω· πλὴν τοῦ ἀνερείπτω, τοῦ σημαίνοντος τὸ ἁρπάζω, ἐξ οὗ τὸ ἀνη- ρείψαντο. 9Χλαῖνα9: αι δίφθογγος ἡ χλαμύς· ἰστέον ὅτι διαφέρει χλαῖνα, χλαμῦδος, καὶ χλανίδος· χλαῖνα μὲν γάρ ἐστι τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον παρὰ τὸ χλαίνειν· χλανὶς δὲ ἡ λεπτὴ τὴν ἐργασίαν καὶ τρυφερά· χλαμὺς δὲ ἡ περιφερὶς, ἤγουν τὸ λεγόμενον σαγομάντιον. 9Χυτρεῖα9: ει δίφθογγος· τὰ τῶν χύτρων ὄστρακα, ἤδη δὲ καὶ ἐπὶ πάντα ὀστράκου ἐτάττετο. 9Χείμων9: ει δίφθογγος παρὰ τὸ χέω. 9Χείμαστον9: Τὸ ἐπιτήδιον ἱμάτιον ἀπὸ τοῦ χειμῶνος. 279 9Χείρ9: παρὰ τὸ ἔχειν. 9Χηρεῖα9: Παρὰ τὸ χηρεύω. 9Χρήιζω9: Μετὰ τοῦ ι· χρηΐζω γάρ. 9Χιτών9: ∆ιὰ τοῦ ι· εἰσὶ τινὰ ὀνόματα ἀπὸ ῥημάτων γινό-μενα. 9Χῶσαι9: Μέγα κατὰ παράδοσιν· ἢ παρὰ τὸ χῶ χώσω. 9Χαίτη9: Παρὰ τὸ κρατῶ, κράτη, καὶ χαίτη. 9Χειρὶς, Χειρίδοσ9: Σημαίνει τὸ χειρομανικόν.
9Ψιθυροί9: ∆ιὰ τοῦ ι, κατὰ παράδοσιν. 9Ψωφίσ9: ∆ιὰ τοῦ ι, διὰ τὴν
κατάληξιν. 9Ψάλιον9: ∆ιὰ τοῦ ι, ἐπειδὴ καὶ συστέλλεται. 9Ψέλλιον9: ι, ὅτι συστέλλεται. 9Ψηφίσ9: ι, διὰ τὴν κατάληξιν. 9Ψιμύθιον9: ∆ιὰ τοῦ ι ἀμφότεραι. 9Ψίξ9: ι, διὰ τὴν κατάληξιν. 9Ψιλή9: ∆ιὰ τοῦ ι· ἀπ' ἄκρου γὰρ τῶν χείλεων προφέρεται, ὥσπερ ἡ δασεῖα, ἥτις ἀπὸ τοῦ σεύεσθαι εὕρηται, καὶ τῆς δα ἐπὶ τὸ ἀθροῦν πνεῦμα ἡ δασεῖα. 9Ψίσαι9: ∆ιὰ τοῦ ι ἡ παράδοσις· σημαίνει δὲ καὶ τὸ ψωμί- σαι, καὶ βραχὺ θρέψαι μετὰ ποιοῦ τινὸς ἤχου. 9Ψωμίσαι9 καὶ 9Ψωμίον9: ω καὶ ι ἡ παράδοσις. 9Ψευδίσ9: ι, διὰ τὴν κατάληξιν. 9Ψυχεινός: Ψείρει9 ει δίφθογγος ἡ παράδοσις. 9Ψευδομαντεία9: ει δίφθογγος, ἐκ τοῦ μαντεύω. 9Ψῆφοσ9: Ἡ παράδοσις. 9Ψόγοσ9: Παρὰ τὸ ψέγω· 9Ψόγειοσ9 ει δίφθογγος, καὶ προ-παροξύνεται· ἔνθεν καὶ οὐδέτερον παρὰ τὸ ψόγεια. 9Ψωμίσ9: ι ἡ καταλήγουσα γάρ. 9Ψιλὸσ9, καὶ 9Ψιλὴ9, καὶ 9Ψίλιον9: ∆ιὰ τοῦ ι. 9Ψωφίσ9: ι διὰ τὴν κατάληξιν. 9Ψύλλειον9: Ἡ βοτάνη ει δίφθογγος· ὡς πράσειον καὶ ἐλένειον ἡ παράδοσις. 9Ψαίρειν9: ει δίφθογγος Ἀττικοὶ τὸ κινεῖν καὶ ψαύειν· κέ-χρηνται δὲ τῇ λέξει ἐπὶ τῶν ἰστίων. 280 9Ψαιδρόν9: αι δίφθογγος, τὸ φαιδρὸν Κύπριοι. 9Ψαῖμα9: αι δίφθογγος, τὸ ὀλίγον· καὶ ψαῖσμα τὸ ὀλιγόσιτον. 9Ψαινάθιον9: αι δίφθογγος, τὸ ψευδὲς καὶ μάταιον. 9Ψαίνυον9: αι δίφθογγος τὸ ἀχρεῖον, ἡ παράδοσις. 9Ψαιστόν9: αι δίφθογγος· ἔστιν δὲ εἶδος πλακοῦντος, ὃ δι' ἀλφίτων παρασκευάζων, ἀπὸ τοῦ ψαῖσθαι καὶ ψώχεσθαι· ὅθεν καὶ ψωμοὶ καὶ ψίχες τὰ μικρὰ θρέμματα. 9Ψυχραινόμενοσ9: Ἀντὶ τοῦ ψυχρὰ πράσσων· τὸ χραι δί-φθογγος. 9Ψηλαφῶ9: Τὸ ψη η· ὅθεν γνῶ. 9Ψιλαφῶ9: ∆ιὰ τοῦ ι, παρὰ τὸ ψιλῶς ἅπτεσθαι ὁ μάγειρος.
9Ὠσχοφορίον9 καὶ 9Ὠσχοφορία9: Ἀπὸ παρακειμένου δέ ἐστιν τὸ ο· ἦν γὰρ
ὀσχοφορῶ· οἴσχη δέ ἐστιν τὰ μετὰ τῶν βοτρύων κλήματα. 9Ὤνιον9: ∆ιὰ τοῦ ι, ὡς ἀπὸ τοῦ θοίνιον καὶ ἐνθοίνιον. 9Ὠρίων9: ∆ιὰ τοῦ ι, ἐπειδὴ καὶ Εὐριπίδης συνέστειλεν. 9Ὠρείτησ9: Ὠρεὸς γάρ. 9Ὠκεῖα9: ει δίφθογγος· ὠκέα γὰρ καὶ ὠκέη. 9Ὠφέλεια9: ει δίφθογγος ἡ παράδοσις· ὁ Πολιτικὸς δὲ διὰ τοῦ ι, καὶ προπαροξύνεται· παρὰ Σοφοκλεῖ δὲ καὶ ει δίφθογγος, καὶ προπαροξύνεται ὡς προμήθεια. 9Ὡρολογεῖον9: ει δίφθογγος· εἴρηται καὶ ὡς ἡμερολογεῖον. 9Ὠστιεῖται9: Ἀπὸ τοῦ ὠστίζω, ὃ δηλοῖ τὸ ὠθοῦμαι· ὡς τὸ βαδιεῖται καὶ αἰκιεῖται τῇ ει διφθόγγῳ