49
κεν. ἐνταῦθα γὰρ μᾶλλον ἡ γραφὴ συνέτεμε τὰ κατὰ τὸν Θάρα συνάψασα, τά τε πρὸ τῆς πορείας τοῦ Ἀβραὰμ ἐπὶ τὴν γῆν Χαναὰν καὶ τὰ μετὰ τὴν πορείαν, ἅπερ ἦν, ὡς δείκνυται, τὰ ἀπὸ τοῦ ρμʹ ἔτους ἕως τοῦ σεʹ ἔτους τοῦ θανάτου αὐτοῦ. φησὶ γὰρ ὅτι «καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν Χαρρὰν ἔτη σεʹ καὶ ἀπέθανε Θάρα ἐν Χαρράν» ἀντὶ τοῦ εἰπεῖν ὅτι ἐκεῖ διέτριβον ἕως θανάτου. οὐ γὰρ δὴ τὰ σεʹ ὅλα τῆς ζωῆς αὐτοῦ ἔτη ἐν Χαρ ρὰν ἐγένοντο. Εἶτα ἐπάγει «καὶ εἶπε κύριος τῷ Ἀβραάμ· ἔξελθε ἐκ τῆς γῆς σου» καὶ τὰ ἑξῆς, προσδιοριζομένη ὅτι ἦν ἐτῶν οεʹ, ὅτε ἐξῆλθεν ἐκ Χαρρὰν Ἀβραὰμ ἑβδομηκοστῷ ἔτει γεννηθεὶς τοῦ Θάρα, ἅτινα ὁμοῦ γινόμενά ἐστιν ρμεʹ τῆς ζωῆς Θάρα, ἡνίκα καὶ παρεγένετο ἐν Χαρρὰν εἰς τὴν Χαλδαίων γῆν. οὐ μόνον δὲ ἐντεῦθεν ἡμῖν παρίσταται ὅτι πρὸ τῆς τελευτῆς Θάρα εἶπεν ὁ θεὸς τῷ Ἀβραὰμ ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ἀλλὰ καὶ ἐκ τῶν εἰρημένων τῷ πρωτομάρτυρι, ὅτι πρὸ τοῦ κατοικῆσαι αὐτὸν ἐν Χαρρὰν ὤφθη αὐτῷ ὁ θεὸς ἐν τῇ Μεσοποταμίᾳ, τοῦτ' ἔστιν ἐν τῇ Χαλδαίων γῇ. οὐκοῦν ὀρθῶς νοηθήσεται μὴ μετὰ θάνατον τοῦ Θάρα κεχρηματίσθαι τῷ Ἀβραάμ, ἀλλ' ἐν τῇ πατρίδι αὐτοῦ ἔτι ὄντι καὶ τῷ θεῷ ἀνακειμένῳ ἀποστρεφομένῳ τε τὰ τοῦ πατρὸς εἴδωλα, ὡς πολλαχοῦ ἱστορεῖται, ἃ καὶ ἐνέπρησεν ἐν νυκτί, ὥς φασι, καὶ συγκατεκαύθη αὐτοῖς Ἀρρὰν ὁ ἀδελφὸς αὐτοῦ, σβέσαι θέλων τὸ πῦρ ἐνώπιον τοῦ Θάρα, ὥς φασιν, αἰνιττομένη τοῦτο καὶ ἡ γραφὴ ὅτι «καὶ ἀπέθανεν Ἀρρὰν ἐνώπιον τοῦ πατρὸς αὐτοῦ Θάρα ἐν τῇ γῇ ᾗ ἐγεν νήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων», ἐν Σοὺρ τῇ πόλει. ὥστε ἐκ πάντων τού των δείκνυσθαι ἐξελθεῖν μὲν καὶ τὸν Θάρα καὶ τοὺς λοιποὺς σὺν τῷ Ἀβραὰμ ἐπαγγελλομένους συμπορευθῆναι εἰς γῆν Χαναάν, ὥς φησιν ἡ γραφή, ταῖς παραινέσεσι δηλονότι νοούντων ἡμῶν τοῦ πατριάρχου Ἀβραάμ· ἐν Χαρ ρὰν δὲ ἐλθόντας τῇ μέχρι τοῦ νῦν κατειδώλῳ κατοικῆσαι ἐκεῖ δι' αἰσχρο κερδίαν καὶ εἰδωλομανίαν, καὶ οὕτω τὸν Ἀβραὰμ ὁρῶντα αὐτοὺς τεθνη 108 κότας κατὰ ψυχὴν καὶ μὴ βουλομένους συγκληρονομῆσαι αὐτῷ τὰς θείας ἐπαγγελίας, ἀπιστοῦντας θεῷ μετοικισθῆναι ὑπὸ τοῦ θεοῦ μετὰ θάνατον τοῦ πατρός, τὸν ψυχικὸν δηλαδή, εἰς τὴν γῆν τῆς ἐπαγγελίας. οὕτω γὰρ καὶ ὁ κύριος ἡμῶν νεκροὺς οἶδε τοὺς μὴ πιστεύοντας αὐτῷ, κἂν ζῶσι τὴν πρόσκαι ρον ζωήν, ὥς πού φησιν· «ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.» Καὶ ταῦτα μὲν ἡμῖν κατὰ δύναμιν νενόηται πρὸς λύσιν τῆς προταθείσης ἀπορίας, ὡς ἂν ἡ τῆς Γενέσεως καὶ τῶν πράξεων βίβλος σύμφωνος εἴη ἐκ τοῦ αὐτοῦ θείου πνεύματος ὑπαγορευθεῖσαι ἑκάτεραι καὶ ἐν μηδενὶ τῆς ἄλλης διαφέρουσα κατὰ τὴν ἀλήθειαν. εἰ δέ τινι φίλον ἄλλην τινὰ συμ φωνοτέραν ἔννοιαν ἐφευρεῖν πρὸς τὴν προκειμένην ἀπορίαν, ταύτῃ καὶ ἡμεῖς πειθόμεθα χάριν τῆς ὀνήσεως ὁμολογήσοντες.
ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ ιʹ Αἰγυπτίων ἐβασίλευσεν ιʹ Ἄμασις ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γριζʹ. ιαʹ Αἰγυπτίων ἐβασίλευσεν ιαʹ Ἀκεσέφθρης ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γριθʹ. ιβʹ Αἰγυπτίων ἐβασίλευσεν ιβʹ Ἀγχορεὺς ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρλβʹ ιγʹ Αἰγυπτίων ἐβασίλευσεν ιγʹ Ἀρμιυσῆς ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρμαʹ. ιδʹ Αἰγυπτίων ἐβασίλευσεν ιδʹ Χαμοῒς ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρμεʹ. ιεʹ Αἰγυπτίων ἐβασίλευσεν ιεʹ Μιαμοὺς ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρνζʹ. ι ςʹ Αἰγυπτίων ἐβασίλευσεν ι ςʹ Ἀμεσῆσις ἔτη ξεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γροαʹ. ιζʹ Αἰγυπτίων ἐβασίλευσεν ιζʹ Οὔσης ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσλ ςʹ. ιηʹ Αἰγυπτίων ἐβασίλευσεν ιηʹ Ῥαμεσὴς ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσπ ςʹ.
109 ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ δʹ Θηβαίων ἐβασίλευσε δʹ ∆ιαβιὴς υἱὸς Ἀθώθεως ἔτη
ιθʹ. οὗτος ἑρμη νεύεται φιλέταιρος· τοῦ δὲ κόσμου ἦν ἔτος γνγʹ. εʹ Θηβαίων ἐβασίλευσε εʹ Πεμφὼς υἱὸς Ἀθώθους, ὅ ἐστιν Ἡρακλείδης, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γοβʹ. ςʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ςʹ Τοιγαράμαχος Μομχειρὶ Μεμ φίτης