49
στρατιώτας ὁ βασιλεὺς κελεύσας αὐτῷ παραστῆναι, διείλεκται οὕτως· «οὔτε συνετῶς οὔτε συμφερόντως πεπράχατε ὑμῖν αὐτοῖς ὑφ' ἡμῶν προσαγορευόμενοι φιλίως, εἰς λοιδορίας αὐτοὶ τραπόμενοι καὶ ὕβρεις. τὸ μὲν γὰρ μὴ καταπλήττεσθαι τοὺς ἐπιόντας ἀλλ' ἐγκαρτερεῖν ἀμυνομένους, ἀνδρίας ἄν τις τιθείη· τὸ δὲ ὑβρίζειν τε καὶ κομπάζειν ἀπὸ τῶν τειχῶν, καὶ θράσους καὶ παρανοίας. διὸ καὶ συμβουλεύσαιμι ἂν ὑμῖν, εἴγε πείθησθε, ἀνδρίᾳ μὲν καὶ τόλμῃ καὶ χειρὸς ἔργοις ἀνθίστασθαι τοῖς πολεμοῦσι, λόγοις δὲ σωφρονεῖν. οὐ γὰρ ἡ ἀπὸ τῶν λόγων ἀκολασία, ἡ διὰ τῶν ἔργων δὲ ἐμπειρία καταπλήττει τοὺς ἐπιόντας. δοριαλώτους μὲν οὖν γενομένους ὑμᾶς, ᾗ βουλοίμεθα ἔξεστι χρῆσθαι νόμῳ πολέμου· ἐγὼ δὲ οὐκ ἐπὶ κακῷ τῶν Ῥωμαίων στρατεύων, ἀφίημι ἐλευθέρους. εἰ μὲν οὖν ὑπ' ἐμοὶ στρατεύεσθαι βούλεσθε, προνοίας τε ἀξιώσω τῆς προσηκούσης, καὶ τοῖς οἰκειοτάτοις ἐντάξω· εἰ δ' οἴκαδε ἀπελθεῖν, καὶ οὕτως εὖ ποιήσας ἀποπέμψω.» Προσκυνήσαντες δὲ οἱ στρατιῶται καὶ τῆς εὐεργεσίας χάριν εὐφημήσαντες πολλὰ, καιρὸν ἐξῄτησαν εἰς διάσκεψιν. διασκεψάμενοι δὲ, τῶν ἱππέων μὲν ἔμειναν ὀλίγοι, τῶν πλειόνων 1.142 ἀπελθόντων· οἱ πεζοὶ δὲ πλὴν ὀλίγων ἅπαντες εἵλοντο δουλεύειν τῷ βασιλεῖ. οἷς καὶ μισθὸν ἐτήσιον τάξας, ἐνέγραψε τοῖς οἰκέταις· τοὺς δ' ἀπελθόντας ἐφωδίασε χρυσίῳ. ὁρῶν δὲ τὸν ἄλλον ὅμιλον τῶν Ἀπρίων, ἄνδρας ὁμοῦ καὶ γυναῖκας καὶ παῖδας γυμνοὺς καὶ ἀπόρους περιϊόντας καὶ ὀλοφυρομένους τὴν ἀποστέρησιν τῶν ὄντων, τοὺς λογάδας τῆς στρατιᾶς πάντας καὶ τοὺς ἐν τέλει συναγαγὼν, «δίκαιόν ἐστιν» ἔφη «πολλοῖς καὶ μεγάλοις σήμερον εὐηργετηκότος ἡμᾶς τοῦ θεοῦ, καὶ αὐτοὺς ἀξίους τῆς εὐεργεσίας φανῆναι. τὸ γὰρ μήτε τὴν ἐγκαθεστῶσαν πολλήν τε καὶ ἀξιόμαχον οὖσαν στρατιὰν, μήτε τὴν ἀσφάλειαν καὶ τὸ ὕψος τῶν τειχῶν, μήτ' ἄλλο μηδὲν ἐμπόδιον ἡμῖν γενέσθαι πρὸς τὸ μὴ τοὺς αὐθάδεις τουτουσὶ τιμωρήσασθαι καὶ ὑβριστὰς, οὐκ ἄλλου τινὸς ἢ τῆς τοῦ κρείττονος εὐεργεσίας ἄν τις λογίζοιτο δικαίως· τὸ δ' αὖθις ἐν οὕτω καρτερᾷ τειχομαχίᾳ καὶ ἁλώσει πόλεως μήτε ἡμῶν τινὰς, ὅπερ ἦν εἰκὸς, ἀποθανεῖν, μήτε τῶν ἑαλωκότων ἀποκτείναντας ὁμοφύλοις αἵμασι χρανθῆναι, τῆς πολλῆς περὶ ἡμᾶς προνοίας καὶ κηδεμονίας τοῦ θεοῦ. χρὴ τοιγαροῦν καὶ ἡμᾶς νικήσαντας ἐπικαμφθῆναι ταῖς συμφοραῖς τῶν ἀτυχησάντων, πρὸς μὲν γὰρ τοὺς βαρβάρους ἄχρι παντὸς πολεμεῖν δεῖ· πρὸς δὲ τοὺς ὁμοφύλους ἄχρι τοῦ κρείττονος, καὶ μεταδοῦναι ἕκαστον ἐκ τῶν λαφύρων καθ' ὅσον ἂν αἱροῖτο τοῖς αἰχμαλώτοις. τρία γὰρ τὰ μέγιστα κερδανεῖτε· θεόν τε ἵλεων ἑαυτοῖς προπαρασκευασάμενοι, τὸν εἰς τοὺς ἀτυχοῦντας ἔλεον οἰκειούμενον καὶ 1.143 τῇδέ τε πολλαπλασίοσι καὶ ἀπαλλάξαντας τοῦ βίου ἐπαγγελλόμενον ἀμείβεσθαι· καὶ τὴν ἡμετέραν εὐμένειαν προσκτώμενοι, περὶ πλείστου ποιουμένου τὴν εὐεργεσίαν τῶν αἰχμαλώτων· καὶ τρίτον ὑμῖν ἑαυτοῖς ἀνδρίας ἅμα καὶ μεγαλοψυχίας δόξαν περιποιούμενοι, ἀνδρίᾳ νικήσαντες τοὺς ἀντιτεταγμένους, ἐλευθερίᾳ δὲ γνώμης καὶ μεγαλοψυχίᾳ οὐχ ὡς πολεμίοις, ἀλλ' ὡς ὁμοφύλοις καὶ ἀτυχοῦσι τὴν δυνατὴν πρόνοιαν εἰσενεγκόντες.» τοιαῦτα παραινέσαντος τοῦ βασιλέως, οὕτω διετέθησαν ἡ στρατιὰ, ὡς πάντας μὲν ἐκ τῶν λαφύρων μεταδοῦναι τοῖς Ἀπρίοις· ὅσοι δὲ καὶ πρὸς τὸ ἀγαθοεργεῖν ἐφιλοτιμοῦντο, τοὺς δεσπότας ἀνερευνήσαντες τῶν παρ' αὐτοῖς λαφύρων, ἀπέδοσαν πάντα, μηδενὸς ἀποστερήσαντες. λʹ. Ἓξ δὲ ἡμέραις μετὰ τὴν ἅλωσιν ἐνστρατοπεδευσάμενοι Ἄπρῳ, τῇ ἑβδόμῃ ἄραντες ἐστρατοπέδευσαν ἐν Γαρέλλῃ οἱ ταύτην δὲ οἰκοῦντες, εἴτε καὶ εὐνοϊκῶς διακείμενοι πρὸς τὸν νέον βασιλέα, εἴτε καὶ παρὰ τῶν Ἀπρίων διδαχθέντες σωφρονεῖν, ἅμα τῷ προσκληθῆναι προσεχώρησαν τῷ νέῳ βασιλεῖ καὶ παρέδοσαν ἑαυτοὺς ἀμαχεί. πολλαῖς δὲ ἀμειψάμενος αὐτοὺς ὁ βασιλεὺς εὐεργεσίαις, ἄρας ἐκεῖθεν, ἦλθεν εἰς Ῥαιδεστόν. προσχωρησάντων δὲ καὶ Ῥαιδεστηνῶν, ἐπεὶ καὶ πρὸς αὐτοὺς τὴν εἰς τὸ εὐποιεῖν ἐπεδείξατο φιλοτιμίαν, ἦλθεν εἰς Σεργέντζιον· προσχωρήσαντος δὲ καὶ αὐτοῦ, τὴν πρὸς Σηλυβρίαν ᾔει, Σηλυβριανοὺς ὧν ἕνεκα τῆς