49
οἰκοδομῆς τοῦ ναοῦ κατὰ τὸ τέταρτον ετος τῆς βασιλείας αὐτοῦ, μετὰ ετη τῆς ἐξ Αἰγύπτου ὑποχωρήσεως τοῦ λαοῦ τετρακόσια τεσσαράκοντα. περὶ δὲ τῶν μέτρων τοῦ υψους αὐτοῦ καὶ 1.123 τοῦ μήκους καὶ τῆς τούτου κατασκευῆς οὐχ ὁμοφωνοῦσιν η τε τρίτη τῶν Βασιλειῶν καὶ ̓Ιώσηπος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς ̓Αρχαιολογίας περὶ τοῦ ναοῦ συγγραφόμενος, ἀλλ' ἐν τοῖς πλείοσι διαφέρονται. ῳ δὲ τὰ περὶ τῆς διαφορᾶς πρὸς βουλῆς ἀκριβώσασθαι, καὶ περὶ τῶν δύο Χερουβὶμ α χρυσοῦ ποιήσας κατὰ τὸ αδυτον εστησε, καὶ περὶ τῆς κιβωτοῦ καὶ τῆς χαλκῆς θαλάσσης καὶ τῶν λουτήρων, καὶ πηλίκον ην τὸ χάλκεον θυσιαστήριον, οια δ' ἡ τράπεζα ἡ χρυσῆ, καὶ οσα σκεύη ἀργύρεά τε καὶ χρύσεα Σολομὼν ἀνέθετο τῷ ναῷ, καὶ περὶ τῶν αλλων, ἡ τρίτη τῶν Βασιλειῶν βίβλος καὶ ἀρχαιολογῶν ὁ ̓Ιώσηπος ἀρκέσουσι παραστήσασθαι τὴν ἐφ' ἑκάστῳ ἀκρίβειαν. ἐν ετεσι δὲ ἑπτὰ συντελέσας ὁ βασιλεὺς τόν τε ναὸν καὶ οσα περὶ ἐκεῖνον συνεκάλεσε τὸν λαὸν εἰς ̔Ιεροσόλυμα. καὶ αραντες τὴν κιβωτὸν οἱ ἱερεῖς καὶ τὴν σκηνὴν ην ἐπήξατο Μωυσῆς καὶ τὰ ἐν ταῖς θυσίαις ὑπηρετούμενα σκεύη πρὸς τὸν ναὸν μετεκόμιζον, τοῦ βασιλέως προάγοντος καὶ τοῦ πλήθους παντός, καὶ τῶν Λευιτῶν σπενδόντων καὶ θυμιώντων. καὶ κατετέθη ἡ κιβωτὸς εἰς τὸ αδυτον μεταξὺ τῶν δύο Χερουβίμ, τὰς δύο λιθίνας πλάκας εχουσα ενδοθεν. ἐξελθόντων δ' ἐκ τοῦ ἀδύτου τῶν ἱερέων, δόξης κυρίου ὁ οικος ἐπέπληστο καὶ νεφέλη τὸν ναὸν ολον περιεκέχυτο· ἐξ ης ἐπιδημῆσαι τῷ ναῷ τὸν θεὸν ἐφαντάζοντο σκηνώσαντα ἐν αὐτῷ. ὁ δὲ βασιλεὺς ἡσθεὶς ἐπὶ τούτοις εὐχαριστίαν τε πρὸς τὸν θεὸν ἐποιήσατο καὶ τὸν λαὸν εὐλόγησε καὶ ἱκέτευσεν ἐπήκοον γίνεσθαι τὸ θεῖον πᾶσι τοῖς ἐν αὐτῷ εὐχομένοις. ειτα τῷ βωμῷ θυσίας προσήγαγε. καὶ ὁ θεὸς δεικνὺς ὡς εὐμενῶς αὐτὰς προσεδέξατο, πῦρ ἐκλάμψαι δι' ἀέρος πεποίηκεν ἐπενεχθῆναί τε τῷ βωμῷ καὶ τὴν θυσίαν 1.124 απασαν καταδαίσασθαι. ταῦθ' ὁ λαὸς ἰδὼν εὐλόγησε τὸν θεόν, καὶ ὁ βασιλεὺς ηὐχαρίστησε, καὶ πολυτελῶς ἑορτάσαντες τὸν σύλλογον διελύσαντο. ονειρος δὲ γεγονὼς τῷ βασιλεῖ ἐπακοῦσαι τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐδήλου, καὶ τὸν ναόν τε συντηρηθῆναι καὶ αὐτὸν εἰς ακρον εὐδαιμονίας ἀναχθῆναι, καὶ τῆς χώρας αρξειν τοὺς ἐξ αὐτοῦ, εἰ αὐτός τε κἀκεῖνοι καὶ ὁ λαὸς τὰ θεῖα μὴ παραβαῖεν ἐντάλματα· εἰ δ' ου, πρόρριζον ἐκκόψειν ἠπείλει τὸ γένος αὐτοῦ, καὶ τὸν λαὸν δουλείᾳ καὶ κακώσεσι μυρίαις ὑποβαλεῖν, καὶ τὸν ναὸν παραδώσειν εἰς ἐμπρησμὸν καὶ διαρπαγήν, καὶ τὴν πόλιν εἰς κατασκαφήν τε καὶ προνομήν. Ουτω μὲν ουν τὰ τοῦ ναοῦ τῷ Σολομῶντι τετέλεστο· μετὰ δὲ ταῦτα βασίλεια ἑαυτῷ ᾠκοδόμησε πολυτελῆ καὶ λαμπρά, καὶ τὰ τῶν ̔Ιεροσολύμων δὲ τείχη προσεπεσκεύασε, καὶ πόλεις αλλας προσῳκοδόμησε, καὶ τοὺς ἐν τῷ Λιβάνῳ ορει τῶν Χαναναίων ὑφ' ἑαυτὸν ποιησάμενος, μὴ πρὶν ὑποταγέντας, ὑποφόρους κατέστησε. σοφίσματα δὲ καὶ λόγους αἰνιγματώδεις Χειρὰμ ὁ τῶν Τυρίων βασιλεὺς αὐτῷ πέπομφεν, ἀξιῶν σαφηνίσαι αὐτά· καὶ πάντα διέλυσε καὶ τὸν νοῦν ἐκείνων δεδήλωκε. μεμνῆσθαι τούτων ἱστορεῖ ὁ ̓Ιώσηπος καὶ συγγραφεῖς ἀρχαίους, τόν τε ∆ῖον καὶ πρὸς τούτῳ τὸν Μένανδρον. διαβοηθείσης δὲ πανταχοῦ τῆς σοφίας τοῦ Σολομῶντος καὶ τῆς φρονήσεως, βασίλισσά τις Αἰγύπτου καὶ Αἰθιόπων σοφίαν φιλοῦσα καὶ ζητοῦσα εἰς ̔Ιεροσόλυμα παραγέγονε. καὶ ὁ βασιλεὺς φιλοτίμως αὐτὴν προσεδέξατο, καὶ τὰ σοφίσματα α προετίθει ἐκείνη ῥᾳδίως ἐπέλυεν, ὡς ἐκπλήττεσθαι τὴν βασίλισσαν καὶ πλέον λέγειν τῶν ἠκουσμένων ὁρᾶν. ἐθαύμαζε δὲ καὶ τὰ βασίλεια καὶ τῶν δείπνων τὴν πολυτέλειαν καὶ τὴν ὑπηρεσίαν απασαν 1.125 τὴν βασίλειον καὶ τὰς ἐν τῷ ναῷ θυσίας καὶ τῶν θυόντων τὸ ευτακτον. ἐδωρήσατο δὲ τὸν βασιλέα χρυσίῳ καὶ λίθοις τῶν πολυτίμων καὶ ἀμυθήτοις ἀρώμασι καὶ βαλσάμου ῥίζαις, ὡς ἐξ ἐκείνης ἐν Παλαιστίνῃ φυῆναι τὸ βάλσαμον. καὶ Σολομὼν δὲ πολλοῖς ἀγαθοῖς τὴν βασίλισσαν ἀντημείψατο. καὶ ἡ μὲν εἰς τὰ ἑαυτῆς ὑπενόστησεν· ὁ δὲ βασιλεὺς πάντων τῶν πρὸ αὐτοῦ γενόμενος ἐνδοξότατος καὶ φρονήσει καὶ πλούτῳ διενεγκὼν οὐκ ἐνέμεινε τοῖς θείοις θεσμοῖς,