49
̓Ανδρόμεα κρέα. ἀνθρώπεια. ̓Ανέγρετον. τὸ ἀνυπόστροφον. ̓Ανεπαφρόδιτα. τὰ ψυχρά. ̓Αναλιβόζορα. τόπος. ̓Ανεμώλιον. τὸ μάταιον. ̓Ανεξίτητον. τὸ ἀδιόδευτον. ̓Ανεκτότερον. ἐλαφρότερον, ὑπομονητικώτερον. ̓Ανέπαφον. μὴ ψηλαφηθέν. ̓Ανεπιστάτητον. ἀφύλακτον. alpha.191 ̓Ανερμάτιστον. αοπλον, ἀπαράσκευον. ̓Ανεκτά. ὑπομονητικά. ἐκ τοῦ ἀνέχω, ἀνέξω, ἀνεῖχα, ἀνεῖγμαι, ἀνεῖξαι, ἀνεῖκται, καὶ ἀφαιρέσει τοῦ ˉι ἀνεκτὸς καὶ ἀνεκτά. ̓Ανεμώλια. μάταια. παρὰ τὸ ανεμος ἀνεμώνιος καὶ ἀνεμώλιος, καὶ ἀνεμώλια τὰ ὑπὸ τῶν ἀνέμων ὀλλύμενα. η ἀπὸ τοῦ, ἀνεμοφόρητα καὶ ἀνέμῳ ἐοικότα. οὐκ εστι σύνθετα. ̓Ανεξιχνίαστον. ἀκατάληπτον. ̓Ανεμούριον, καὶ οὐκ ἀνεμοδούριον. παρὰ τὸ ανεμος καὶ τὸ ουρος, ο σημαίνει τὸ αὐτό. ̓Ανεπίφθονον. μὴ φθονούμενον. ̓Ανεμέσητον. αμεμπτον. νεμεσῶ γὰρ τὸ μέμφομαι. ̓Ανεπίληπτον. αμωμον. ̓Ανημιωβολιαῖα. αξια ἡμίσεως ὀβόλου. ̓Ανήπιστον. τὸ ἀνήκουστον. ̓Ανύποιστον δὲ, τὸ ἀφόρητον καὶ ἀνυπομόνητον, *δίφθογγον. ̓Ανήλωμα οὐ χρὴ λέγειν, ἀλλὰ ἀνάλωμα. ̓Ανήροτον. μὴ ἀροτριούμενον. alpha.192 Ανθηνον. βαπτὸν, ἀνθηρόν. Ανηθον. παρὰ τὸ ανω θεῖν. Ανθοσ. παρὰ τὸ ανω θεῖν ἐν τῷ αυξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι. οὐ γὰρ ει τι ανω θεῖ καὶ αυξεται, τοῦτο καὶ ανθος λέγεται. ἰδοὺ γὰρ πάντα τὰ φυτὰ ανω θέουσι καὶ ανθη οὐ λέγονται. ὁμοίως δὲ καὶ ελαφος παρὰ τὸ ἐλαύνειν τοὺς οφεις, οπερ ποιεῖ τοῦτο τὸ κέρας θυμιώμενον· καὶ οὐκ, ει τι τοῦτο ποιεῖ, ελαφος λέγεται. ἡ δὲ δίκταμος βοτάνη καιομένη τοῦτο ποιεῖ, καὶ οὐδέποτε αν κληθείη ελαφος. ̓Ανθηστήρια. τὰ ∆ιόνυσα. ουτω γὰρ ̓Αθηναῖοι τὴν ἑορτὴν λέγουσι καὶ ἀνθεστηριῶνα τὸν μῆνα, ἐπειδὴ ἡ γῆ τότε αρχεται τοῦ ἀνθεῖν. η παρὰ τὸ τὰ ανθη ἐν τῇ ἑορτῇ ἐπιφέρειν. οθεν καὶ παροιμία· θύραζε πάρες, οὐκ ετ' ἀνθηστήρια. ̓Ανθέων δεῖ λέγειν, οὐκ ἀνθῶν, ινα μὴ συνεμπέσῃ τὸ ων αρθρον. οιον τὸ ἀνθ' ων καὶ ων τινων. ̓Ανθήλια. τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη. Ανθρησκα. τὰ αγρια λάχανα, παραπλήσια ἀνήθοις, οιον καὶ τὰ μάραντα. alpha.193 ̓Ανιηρέστερον. λυπηρότερον. τροπῇ τοῦ ˉα εἰς ˉη. τοῦτο δὲ εθος τῶν ̓Ιώνων. ̓Ανιηρῶν. λυπηρῶν. ̓Ανισοφυέσ. τὸ ἀνόμοιον. ̓Ανίδρυτον. τὸ ἀστήρικτον. ̓Ανιερόν. βέβηλον, μεμιασμένον. ̓Ανόθευτον. γνήσιον, ἀπαραποίητον. ̓Αντίδορον. τὸ τοῦ δόρατος δέρμα. ̓Αντίδωρον δὲ, ο δίδοται ἐν ταῖς ἁγίαις ἐκκλησίαις· μέγα. ̓Αντιμίσιον. παρὰ ̔Ρωμαίοις τράπεζα πρὸ τοῦ δικαστηρίου κειμένη. ̓Αντίπαλον. τρία σημαίνει· τὸ ἐναντίον, τὸ ἰσόπαλον, καὶ τὸ ἰσόστροφον. οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ὁ ἀγὼν εσται. ̓Αντίχορδα. τὰ σύμφωνα. ̓Αντίξουν. τὸ ἐναντίον. Αντρον. τὸ σπήλαιον. ἀνάτορον τὶ ον τὸ ἀνατετριμένον. η παρὰ τὸ ανθη ἀνθηρὸν, καὶ ανθρον καὶ αντρον· ειναι γὰρ λειμωνιάδων θεῶν ἐνδιαίτημα. η παρὰ τὸ αντω τὸ ἱκετεύω, αντορον καὶ αντρον, διότι θεοὺς ἐν αὐτοῖς ἱκέτευον. ̓Αντάξιον. ἰσοστάσιον. παρὰ τὸ αγω, αξω, αξιον καὶ ἀντάξιον. Αναρχον. ἐξ ου τὰ πάντα γεγέννηται, αὐτὸ δὲ ἀγέννητον. ̓Ανούσιον. τὸ ακτιστον καὶ ἀνύπαρκτον διόλου, τῷ ῥήματι λεγόμενον, ἐν οὐσίᾳ δὲ καὶ ὑποστάσει alpha.194 μὴ γνωριζόμενον. οιον· ὁ θάνατος, ὁ αδης, ἡ νόσος. ̓Ανυπόστατον. τὸ μὴ εχον υπαρξιν ητοι οὐσίαν. οιον τὸ ἐνύπνιον ἀνούσιον καὶ ἀνύπαρκτον, καὶ φαντασιῶδες. η ἀνυπόστατον πᾶν τὸ μὴ ἐκ θεοῦ γεγονὸς, ἀλλ' ἐν ἀπουσίᾳ τοῦ κρείττονος ὑφιστάμενον, ὡς σκότος, νόσος, ἁμαρτία, θάνατος. ̓Ανυπόστατον. οὐχὶ τὸ μὴ ον, ἀλλὰ τὸ μὴ γενόμενον. ̓Αναίσθητον. τὸ πάντη αψυχον καὶ κατὰ πάντα ἀμετακίνητον. καὶ αναυξες. ̓Ανθέμων. ῥόδων. εχων στέφανον ἀνθέμων. ̓Ανθρώπινον. σύμμετρον, μικρόν. καὶ ὁ ̓Απόστολος· ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ̓Αντιπελάργωμα καὶ ἀντιπελάργωσισ. ἡ ἀντίδοσις τῶν εὐεργετημάτων. φιλοπάτωρ γὰρ ὁ πελαργός. Ανα. ἀντὶ τοῦ ἀνάστηθι. Ομηρος· ἀλλ' ανα ἐξ ἑδράνων- ο ἐστι ἐκ τῶν θρόνων. ἀπὸ τοῦ ἀνάστηθι ολη ἡ λέξις ἀπεσπάσθη. οὐκ εστιν ἀποκοπὴ ἐπὶ τῶν τοιούτων. ( ̔Ρῆμα.) ̓Αναβάλλειν. ἀντὶ τοῦ εἰς ἀναβολὰς καθίστησι. καὶ ἀναβαλλόμενος, ὁ ὑπερτιθέμενος. ̓Αναβάλλεσθαι τὸ ἱμάτιον, οὐ