Eἰ πάντων τῶν ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ καὶ μίαν ἡ ψυχὴ οὐσίαν, πῶς ὁ μὲν ἀργός, ὁ δὲ περὶ τὴν νόησίν ἐστιν ὀξύτερος; Ἀλλ' εἰ μὲν ἡ ψυχὴ τῆς τοιαύτης ἐστὶ διαφορᾶς αἰτία, ἀνάγκη τῶν ψυχῶν ὑπονοεῖν τὴν οὐσίαν διάφορον κατὰ τὴν διαφορὰν τῆς νοήσεως· εἰ δὲ ἡ σάρξ, ὁ αὐτὸς καὶ περὶ αὐτῆς λόγος ἁρμόσειεν. Eἰ δὲ ἔκ τινος χυμοῦ, οἷον ξηροῦ ἢ ὑγροῦ ἢ θερμοῦ ἢ ψυχροῦ, πλεονασμοῦ ἢ ἐλλείψεως τοῦ θατέ ρου τὸ ἕτερον ἐπικρατέστερον γίνεται, οἷον ἀφροσύνη ἢ φρό νησις, πόθεν ἢ ὅπως γέγονέ τις τοιαύτης ποιότητος ἡ ἐπικρά τεια, ἡ παρασκευάσασα τὸ ἔννουν ἢ ἄνουν ἐν ἡμῖν πλεονάζειν; Ἀπόκρισις. Τῆς τοῦ νοεῖν ὀξύτητος ἢ νωθρότητος αἰτίαν ἀποδεδώκασί τινες τῶν τε στοιχείων, ἐξ ὧν σύγκειται τὰ ἡμέτερα σώματα, τὴν εὐκρασίαν καὶ τὴν δυσκρασίαν καὶ τῶν ὀργανικῶν μορίων τὴν συμμετρίαν, καὶ δοκοῦσιν ὀρθῶς ἀποδεδωκέναι τούτων τὰς αἰτίας. Eἰσὶ γάρ τινες ἐν μέν γε νεότητι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων τυγχάνοντες, ἐν δὲ τῷ γήρᾳ εἰς τὸ ἐναντίον μεταβαλλόμενοι γίνονται περὶ τὸ νοεῖν ἀργοί· ἔστι δὲ τοῦτο σημεῖον τοῦ τὴν εὐκρασίαν τε καὶ δυσκρασίαν εἶναι αἰτίαν τῆς τοιαύτης μετοχῆς. Ὡσαύτως δὲ καὶ οἱ λίαν μεγα λοκέφαλοι, λεγόμενοι βαρυκέφαλοι, διὰ τὸ μὴ σώζειν σύμμε τρον ἀναλογίαν πρὸς τὰ ἄλλα μέρη τοῦ σώματος δι' ὑπερβολὴν μικρότητος ἢ μεγέθους, καὶ αὐτοὶ ἀνεπιτήδειοί εἰσι τοῦ δύνα σθαι εἶναι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων. Γίνονται δὲ καὶ ἄλλοι πρὸς τὴν κατάληψιν τῶν τῇ φύσει συνεστώτων πραγμάτων ὀξεῖς τε καὶ ἕτοιμοι, καὶ ἀπὸ τῆς θείας χάριτος, ὡς τὸ Ὁ κύριος ἔδωκε τῷ Σολομῶντι πλάτος καρδίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ὡς τὸ Oἷς δέδοται μὲν διὰ πνεύματος λόγος σοφίας, ἄλλοις δὲ λόγος γνώσεως. Ἐρώτησις ρζ. Eἰ ὑπὸ τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ εἰσηγήθη διὰ φρενῶν νηπιότητα, οἱ τῆς χάριτος τέλεια καὶ τῶν ·ηθέντων τρόπων ἀλλότρια παρειληφότες μα θήματα διὰ τί ἐν ταῖς ἐκκλησίαις κατὰ τοὺς ἐν τῷ νόμῳ νη πίους τοῖς ᾄσμασι κέχρηνται; Ἀπόκρισις. Oὐ τὸ ¶σαι ἁπλῶς ἐστι τοῖς νηπίοις ἁρμόδιον, ἀλλὰ τὸ μετὰ τῶν ἀψύχων ὀργάνων ¶σαι καὶ μετὰ ὀρχήσεως καὶ κρο τάλων· διὸ ἐν ταῖς ἐκκλησίαις προαιρεῖται ἐκ τῶν σμάτων ἡ χρῆσις τῶν τοιούτων ὀργάνων καὶ τῶν ἄλλων τῶν νηπίοις ὄντων ἁρμοδίων, καὶ ὑπολέλειπται τὸ ¶σαι ἁπλῶς. Ἡδύνει γὰρ τὴν ψυχὴν πρὸς ζέοντα πόθον τοῦ ἐν τοῖς ᾄσμασιν δο μένου, κοιμίζει τὰ ἐκ τῆς σαρκὸς ἐπανιστάμενα πάθη, τοὺς ὑπὸ τῶν ἀοράτων ἐχθρῶν ἐμβαλλομένους ἡμῖν λογισμοὺς πο νηροὺς ἀπωθεῖται, ἀρδεύει τὴν ψυχὴν πρὸς καρποφορίαν θείων ἀγαθῶν, γενναίους πρὸς τὴν ἐν τοῖς δεινοῖς καρτερίαν τοὺς ἀγωνιστὰς ἐργάζεται τῆς εὐσεβείας, πάντων τῶν ἐν τοῖς βιω τικοῖς λυπηρῶν ἰαματικὸν γίνεται τοῖς εὐσεβέσι. Μάχαιραν