1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

49

ὑπερκείμενον τῆς Καταναίων πόλεως ἐν Σικελίᾳ, θάλασσαν δὲ ἣν Παναίτιος μεταξὺ Λιπάρας καὶ τῆς Ἰταλίας ἱστορεῖ, γῆν δὲ οἵα τυγχάνει παρὰ τὴν ἐν Λυκίᾳ Κώρυκον. οὐ μόνον δὲ ἀναρρήγνυσιν ὄρη τε καὶ γῆν, ἀλλὰ καὶ θαλάσσης ἀναφυσήματα ποιεῖ, ὥσπερ γέ γονε τὰ περὶ τὴν Θήραν καὶ Θηρασίαν, καὶ ἐὰν μὲν ᾖ τὰ ἀναστομωθέντα συνεχῶς ἀναφυσῶντα πῦρ, πηγαί τε πυρὸς καὶ κρατῆρες ὀνομάζονται, οἷά ἐστι τὰ περὶ τὴν αὐτὴν Λιπάραν τε καὶ Στρογγύλην καὶ Βέσβιον· ἢν δ' αὖ μύσῃ .... οἷον τὸ κατὰ Φιλαδέλφειαν τὴν ἐν Λυδίᾳ πεδίον καὶ τοὺς πρόποδας τοὺς ἐπὶ Μαζάκοις -οἱονεὶ Καππάδοκας-, καὶ τὸ ἐπὶ ∆ικαιαρχίᾳ Ἡφαίστου πεδίον ποτὲ προσαγορευθέν. 4.116 Ὅτι τῶν κομητῶν εἴδη κατὰ μὲν τὸν Ἀριστοτέλην ἐννέα· κατὰ δὲ τὸν Ῥωμαῖον Ἀπουλήϊον δέκα· ἱππίας ξιφίας πωγωνίας δοκίας πίθος λαμπαδίας κομήτης δισκεὺς τυφὼν κεράστης· καὶ ὁ μὲν ἱππίας ἐκ τοῦ δρόμου καὶ τῆς ὀξύτητος οὕτως ὠνομάσθη, πλαγίας δὲ καὶ ἀμυδρὰς ἀκτῖνας διαρραίνει· ὁ δὲ ξιφίας δίκην ξίφους ἢ λόγχης μακρᾶς ἐκτεινόμενος φαίνεται, ὠχρὸς δὲ καὶ νεφελοειδής· ὁ δὲ πωγωνίας τὴν λοφιὰν οὐ κατὰ κεφαλῆς, ἀλλ' ὑποκάτω διαρραίνει δίκην πώγωνος· ὁ δὲ δοκίας ὅμοιος ἐγγύς ἐστι τῷ ξιφίᾳ, ἀλλ' οὐκ ὀξείας ἔχει, ἀμβλείας δὲ τὰς ἀρχάς· ὁ δὲ πίθος ἐκ τοῦ σχήματος· ὁ δὲ λαμπαδίας πυρώδης καὶ δίκην πυρώπιδος λίθου ἢ δένδρου καιομένου πέφυκε διαλάμπειν· ὁ δὲ κομήτης πλατύς ἐστι τὸ εἶδος καὶ ὥσπερ ἱλαρὸς ἀργυροειδεῖς τινας πλοκάμους ἕλκων· ὁ δὲ δισκεὺς ἐξ αὐτῆς τῆς προσαγορίας δίκην δίσκου φαίνεται οὐ λαμπρὸς οὐδὲ ἐρυθρὸς ἀλλ' ὥσπερ ἤλεκτρον· ὁ δὲ τυφὼν πυρώδης καὶ αἱματώδης φαίνεται καὶ λεπτούς τινας διαρραίνων πλοκάμους· ὁ δὲ κεράστης δίκην σελήνης κερατοειδής, ὅς, ἡνίκα Ξέρξης κατὰ τῆς Ἀττικῆς ἦλθεν, λέγεται φανῆναι. ὁ δὲ Πτολεμαῖος ἐν τοῖς πρὸς Σύρον αὐτῷ γραφεῖσι προστίθησι καὶ ἕτερον εἶδος κομήτου καλούμενον σάλπιγγα, φαίνεται δὲ κατὰ τὸ ἀρκτῷον κλίμα. οἱ δὲ φυσικοί φασιν, ὡς συνίστανται οἱ κομῆται ἐν τοῖς ὑπὸ σελήνην κόλποις ἀστρώδη τινὰ φύσιν ἐπιδεικνύμενοι· οὐ γάρ εἰσιν ἀστέρες, ἀλλὰ θρομβώσεις τινὲς ἐξ ἀναθυμιάσεως τῆς γῆς ἀποτελούμεναι, ὧν ἡ γένεσις μὲν ἐξ ἀέρος τοῦ κατὰ συναφὴν ἐγκαταλαμβανομένου τῷ αἰθέρι· ὅθεν καὶ ἰσοταχεῖς αὐτῷ μέχρι διαπτώσεως συμπεριφέρονται. καὶ ἡνίκα μὲν τὴν ῥύσιν ἐπὶ τὸ κάτω φερομένην ἔχων ὁ αἰθὴρ περιληφθείη, πωγωνίαι τε καὶ πίθοι ἀποτελοῦνται, ἡνίκα δὲ πλαγίως, κομῆται. τάχιον δὲ οἱ πωγωνίαι, πολὺ δὲ καὶ τούτων τάχιον πίθοι τε καὶ δοκίδες ἐκπίπτουσιν. 4.117 ∆ύο Πᾶνάς φασι. τινὲς δέ φασι τὸν Πᾶνα ἐκ Κρόνου καὶ Ῥέας γενέσθαι, ἀντὶ τοῦ ἐκ τοῦ νοῦ καὶ τῆς ὑγρᾶς οὐσίας, οἷον τῆς ὑλικῆς ἀπειρίας, τόδε τὸ πᾶν. 4.118 Ἀποτρεπόμενος τοῦ κατὰ Περσῶν πολέμου Ἰουλιανὸς ὑπὸ τοῦ Λιβανίου καὶ ἄλλων πολλῶν οἰωνοσκόπων λέγεται φθέγξασθαι τὸ Ὁμηρικόν· αἰδέομαι Τρῶας καὶ Τρωάδας ἑλκεσιπέπλους. ὑπερβαλὼν δὲ τὸν Τίγρητα καὶ πολλὰς πόλεις καὶ φρούρια Περσῶν παραστησάμενος τὸ λοιπὸν ἀφόρητος ἦν τοῖς βαρβάροις· δόλῳ δὲ ὅμως ἀπόλλυται καὶ παμπληθεί. δύο γὰρ Πέρσαι, ἀκρωτηριάσαντες ἑαυτοὺς ὤτων τε καὶ μυκτήρων, ἐλθόντες ἀπατῶσι τὸν Ἰουλιανόν, τοιαῦτα πρὸς τοῦ βασιλέως παθεῖν τῶν Περσῶν ὀδυρόμενοι, δύνασθαι δὲ ὅμως, εἴπερ αὐτοῖς ἕψεται ὁ Ἰουλιανός, ἐπ' αὐτῆς αὐτὸν Γοργοῦς, τῆς βασιλίδος τῶν Περσῶν, νικῶντα καταστῆσαι. ὁ δὲ τῆς πεπρωμένης ἐπειγούσης Ζωπύρου τε ἅμα τοῦ Ἡροδοτείου καὶ Σίνωνος τοῦ Βεργιλιανοῦ ἐπιλελησμένος, τὰς ναῦς καταφλέξας, δι' ὧν τὸν Εὐφράτην παρεφέρετο, ὡς μὴ δήπουθεν Πέρσαις δοῦναι ἄδειαν τοῦ χρήσασθαι αὐταῖς, μετρίαν τινὰ δαπάνην κομίζοντος τοῦ στρατοῦ, τοῖς ἀπατῶσιν ἠκολούθησεν· οἱ δὲ εἰς ξηρὰν καὶ ἄνυδρον ἀγαγόντες αὐτὸν δυσχωρίαν τὸν δόλον ἀπεκάλυψαν, καὶ αὐτοὶ μέν-τί γὰρ ἦν πλέον; -