καιροῦ τῶν Ἰσμαηλιτῶν κατάρχων Μαμοὺμ ἄλλοις τε μαθήμασιν Ἑλληνικοῖς σχολάζων, καὶ δὴ καὶ γεωμετρίας διαφερόντως ἐξεχόμενος ἦν. λόγου δέ ποτε κινηθέντος παρὰ τοῦ τὸν νεανίαν ἔχοντος δεσπότου περὶ τῆς εἰς τὰ μαθήματα σπουδῆς τοῦ ἀμερμουμνῆ καὶ τῆς περὶ τὴν γεωμετρίαν ἐπιμελείας, ἀκοῦσαι τούτου, εἶπεν ὁ νεανίας, ἐπιθυμῶ καὶ τῶν αὐτοῦ διδασκάλων, καὶ ἣν ἔχουσι περὶ τὴν γεωμετρίαν κατανοῆσαι σπουδήν. ἔμαθε τοῦτο ὁ Μαμούμ, καὶ μετὰ περιχαρείας εἰσκαλεῖται τὸν νέον πολλῆς, καὶ παραγενόμενον ἐπυνθάνετο, εἰ γνῶσιν ἔχει τῆς τοιαύτης δυνάμεως. συγκαταθεμένου δ' ἐκείνου ἠπίστει ὁ βάρβαρος καὶ διετείνετο μηδένα ἕτερον εἶναι, πλὴν τῶν ἐκείνου διδασκάλων τῆς γεωμετρικῆς ἐπιστήμης εἰδήμονα κατὰ τὴν τότε ἡμέραν. ἱμείρεσθαι δὲ φήσαντος τοῦ νεανίσκου τῆς αὐτῶν διδασκαλίας πεῖραν λαβεῖν, θᾶττον ἢ λόγος οὗτοι παρίσταντο, καὶ διεχαράττοντο σχήματα τρίγωνα καὶ τετράγωνα, καὶ κανόνες εἰς μέσον προὐτίθεντο τοῦ στοιχειωτοῦ, τὸ μέν, ὅτι τὸ σχῆμα τόδε τήνδε φέρει τὴν κλῆσιν καὶ τόδε τήνδε, διδάσκοντες, αἰτίαν δὲ καὶ λόγον καὶ τὸ διότι ἀπεδίδοσαν οὐδαμῶς. ὡς οὖν ἑώρα γαυρουμένους αὐτοὺς ὁ νεανίας καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν σχημάτων καταγραφῇ, ἐπὶ παντὸς λόγου, ὦ οὗτοι, ὁ νεανίας ἔφη, καὶ πράγματος τὸ διότι τὸ κράτος ἔχει. ὑμεῖς δὲ τὴν ὕπαρξιν μόνην λέγοντες, τοὺς δὲ λόγους παρατρέχοντες οὐχ ἥκιστά μοι διαμαρτάνειν δοκεῖτε, τὸ καιριώτερον ἀγνοοῦντες. τῶν δὲ διαπορησάντων καὶ τὰς αἰτίας τούτων διευκρινεῖν καὶ διδάσκειν παρακαλούντων, ἐπεὶ διερμηνεύοντα καὶ σαφηνίζοντα ταύτας εὕρισκον, ὡς τόδε μὲν διὰ τόδε, τόδε δὲ διὰ τόδε τὴν εἰρημένην ἔχει κλῆσίν τε καὶ γραφήν, καὶ ἅμα ὁ νοῦς αὐτῶν διηνοίγετο καὶ τῶν λεγομένων συνίεσαν, θάμβει λοιπὸν συσχεθέντες, εἰ καὶ ἄλλους ἔχει τοιούτους τὸ Βυζάντιον, ἐπηρώτων. εἰρηκότος δὲ τού του πλείστους ἐν αὐτῷ εἶναι, καὶ ἑαυτὸν τὸν ἔσχατον εἶναι τῶν μαθητῶν, ἀλλ' οὐ τῶν διδασκόντων, περὶ τοῦ διδασκάλου πάλιν διεπυνθάνοντο, τίς τε εἴη, καὶ εἰ περίεστιν. ὁ δέ, ὅστις τε εἴη ἀπεκρίνατο, καὶ ὡς ἔτι περίεστιν ἀκτήμονα βίον ἄγων καὶ μηδέ τισιν ἄλλοις, ἀλλ' ἢ μόναις ταῖς ἐπιστήμαις προσέχων. γράμματα γοῦν εὐθὺς ὁ Μαμοὺμ πρὸς ἐκεῖνον διαχαράττει τόνδε τὸν νοῦν ἔχοντα· ἐκ τοῦ καρποῦ τὸ δένδρον, καὶ ἐκ τοῦ μαθητοῦ ἔγνωμεν τὸν διδάσκαλον. ἐπεὶ γοῦν τηλικοῦτος ὢν περὶ τὴν τῶν ὄντων ἐπιστήμην ἄγνωστος εἶ τοῖς συμπολίταις, τῆς γνώσεως καὶ σοφίας καρπὸν μὴ δρεπόμενος, μὴ ἀπαξιώσῃς ἐλθεῖν πρὸς ἡμᾶς, καὶ τῆς σῆς μεταδοῦναι σοφίας. ἐρχομένῳ γάρ σοι αὐχένα ὑποκλινεῖ γένος ἅπαν τὸ τῶν Σαρακηνῶν, καὶ πλούτου καὶ δωρεῶν ἀξιωθήσῃ ὧν οὐδείς πω τῶν ἀνθρώπων ἠξίωται. ταῦτα τὰ γράμματα δοὺς τῷ νεανίσκῳ καὶ δώροις φιλοφρονησάμενος ἐκπέμπει πρὸς τὸν διδάσκαλον. ὁ δὲ διασωθεὶς πρὸς τὴν βασιλεύουσαν καὶ ζῶντα τὸν φιλόσοφον εὑρηκὼς ἐπιδίδωσι ταῦτα τὰ γράμματα. ὁ δὲ οὐκ ἀκίνδυνον εἶναι λογισάμενος, εἰ γραφὴν ἀπὸ τῶν ἐχθρῶν δέξοιτο εἰδήσεως ἄνευ βασιλικῆς, πρόσεισι τῷ λογοθέτῃ τοῦ δρόμου (Θεόκτιστος οὗτος ἦν, ὁ παρὰ τοῦ Βάρδα μετὰ ταῦτα ἀναιρεθείς) καὶ διηγεῖται, ὅπως τε ἀφίκετο πρὸς αὐτὸν ὁ αἰχμάλωτος καὶ μαθητής, καὶ ὅπως γράμμα αὐτῷ προκεκόμικε τοῦ ἀμερμουμνῆ, καὶ ἅμα τὴν γραφὴν ἐκβαλὼν εἰς χεῖρας δίδωσιν. αὕτη ἡ αἰτία τῷ φιλοσόφῳ Λέοντι πρὸς τὸν βασιλέα γνῶσις γίνεται καὶ οἰκείωσις, καὶ ὁ λεχθεὶς μαθητὴς τὴν τοῦ Λέοντος σοφίαν ἔτι κρυπτομένην ἐδημοσίευσε. προσκαλεῖται γὰρ ὡς τάχος αὐτὸν ὁ βασιλεὺς καὶ πλουτίζει καὶ δημοσίᾳ διδάσκειν προτρέπεται, κατοικητήριον ἀφορίσας αὐτῷ τὸν θεῖον ναὸν τῶν τεσσαράκοντα καλλινίκων μαρτύρων. ὁ δὲ Μαμοὺμ ἀπογνοὺς τὴν τοῦ φιλοσόφου ἄφιξιν ἀπορίας ἐκθέμενος γεωμετρικῶν καὶ ἀστρονομικῶν ζητημάτων καί τινων ἄλλων μαθημάτων ἐκπέμπει, τὰς λύσεις σαφηνισθῆναί οἱ ἐξαιτησάμενος. ὡς δ' ἑκάστην ὁ Λέων ζήτησιν διελύσατο ἁρμοδίως, προσέθετο δὲ καταπλήξεως χάριν καί τινα τῶν μελλόντων σημεῖα προγνωστικὰ καὶ τούτῳ ἐξέπεμψε, τότε δὴ ἐπὶ χεῖρας λαβόντα