49
οὐσία, καθ' ἣν ἡ ὑπόστασις, πεπονθέναι λέγεται ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων. Οὐ μέντοιγε ἀνάγκη καὶ πάσας τὰς ὁμοειδεῖς ὑποστάσεις συμπάσχειν τῇ πασχούσῃ ὑποστάσει. Οὕτω τοίνυν ὁμολογοῦμεν τὴν τῆς θεότητος φύσιν πᾶσαν τελείως εἶναι ἐν ἑκάστῃ τῶν αὐτῆς ὑποστάσεων, πᾶσαν ἐν πατρί, πᾶσαν ἐν υἱῷ, πᾶσαν ἐν ἁγίῳ πνεύματι. ∆ιὸ καὶ τέλειος θεὸς ὁ πατήρ, τέλειος θεὸς ὁ υἱός, τέλειος θεὸς τὸ πνεῦμα τὸ ἅγιον. Οὕτω καὶ ἐν τῇ ἐνανθρωπήσει τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου φαμὲν πᾶσαν καὶ τελείαν τὴν φύσιν τῆς θεότητος ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἑνωθῆναι τῇ ἀνθρωπίνη φύσει πάσῃ καὶ οὐ μέρος μέρει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος, ὅτι «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», τουτέστιν ἐν τῇ σαρκὶ αὐτοῦ, καὶ ὁ τούτου φοιτητὴς ὁ θεοφόρος καὶ τὰ θεῖα πολὺς ∆ιονύσιος, «ὅτι ὁλικῶς ἡμῖν ἐν μιᾷ τῶν ἑαυτῆς ἐκοινώνησεν ὑποστάσεων». Οὐ μὴν λέγειν ἀναγκασθησόμεθα, πάσας τὰς ὑποστάσεις τῆς ἁγίας θεότητος ἤτοι τὰς τρεῖς πάσαις ταῖς τῆς ἀνθρωπότητος ὑποστάσεσι καθ' ὑπόστασιν ἡνῶσθαι· κατ' οὐδένα γὰρ κεκοινώνηκε λόγον ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον τῇ σαρκώσει τοῦ θεοῦ λόγου εἰ μὴ κατ' εὐδοκίαν καὶ βούλησιν. Πάσῃ δὲ τῇ ἀνθρωπίνῃ φύσει φαμὲν ἑνωθῆναι πᾶσαν τὴν τῆς θεότητος οὐσίαν. Οὐδὲν γάρ, ὧν ἐνεφύτευσε τῇ ἡμετέρᾳ φύσει ὁ θεὸς λόγος ἀρχῆθεν πλάσας ἡμᾶς, ἐνέλιπεν, ἀλλὰ πάντα ἀνέλαβε, σῶμα, ψυχὴν νοερὰν καὶ λογικὴν καὶ τὰ τούτων ἰδιώματα (τὸ γὰρ ἑνὸς τούτων ἀμοιροῦν ζῷον οὐκ ἄνθρωπος)· ὅλον γὰρ ὅλος ἀνέλαβέ με, καὶ ὅλος ὅλῳ ἡνώθη, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται· «τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον». Ἥνωται τοίνυν σαρκὶ διὰ μέσου νοῦ ὁ λόγος τοῦ θεοῦ μεσιτεύοντος θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι. Ἡγεμονικὸν μὲν γὰρ ψυχῆς τε καὶ σαρκὸς νοῦς, τῆς ψυχῆς τὸ καθαρώτατον, ἀλλὰ καὶ νοῦ ὁ θεός· καὶ ὅτε μὲν παραχωρεῖται ὑπὸ τοῦ κρείττονος, τὴν οἰκείαν ὁ νοῦς ἡγεμονίαν ἐνδείκνυται. Ἐκνικᾶται δὲ καὶ ἕπεται τῷ κρείττονι καὶ ταῦτα ἐνεργεῖ, ἃ ἡ θεία βούλεται θέλησις. Χωρίον ὁ νοῦς γέγονε τῆς καθ' ὑπόστασιν αὐτῷ ἡνωμένης θεότητος ὥσπερ δηλαδὴ καὶ ἡ σάρξ, οὐ σύνοικος, ὡς ἡ τῶν αἱρετικῶν ἐναγὴς πλανᾶται οἴησις· «οὐ γὰρ ἂν μεδιμναῖον», λέγουσα, «χωρήσει διμέδιμνον». σωματικῶς τὰ ἄυλα κρίνουσα. Πῶς δὲ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος καὶ ὁμοούσιος τῷ τε πατρὶ καὶ ἡμῖν ὁ Χριστὸς λεχθήσεται, εἰ μέρος τῆς θείας φύσεως μέρει τῆς ἀνθρωπίνης ἐν αὐτῷ ἥνωται φύσεως; Λέγομεν δὲ τὴν φύσιν ἡμῶν ἐγηγέρθαι ἐκ τῶν νεκρῶν καὶ ἀνεληλυθέναι καὶ κεκαθικέναι ἐκ δεξιῶν τοῦ πατρός, οὐ καθὸ πᾶσαι αἱ τῶν ἀνθρώπων ὑποστάσεις ἀνέστησαν καὶ ἐκάθισαν ἐκ δεξιῶν τοῦ πατρός, ἀλλὰ πᾶσα ἡ φύσις ἐν τῇ τοῦ Χριστοῦ ὑποστάσει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τῷ Χριστῷ». Καὶ τοῦτο δέ φαμεν, ὅτι ἐκ κοινῶν οὐσιῶν ἡ ἕνωσις γέγονε· πᾶσα γὰρ οὐσία κοινή ἐστι πασῶν τῶν ὑπ' αὐτῆς περιεχομένων ὑποστάσεων, καὶ οὐκ ἔστιν εὑρεῖν μερικὴν καὶ ἰδιάζουσαν φύσιν ἤτοι οὐσίαν, ἐπεὶ ἀνάγκη τὰς αὐτὰς ὑποστάσεις καὶ ὁμοουσίους καὶ ἑτεροουσίους λέγειν καὶ τὴν ἁγίαν τριάδα καὶ ὁμοούσιον καὶ ἑτεροούσιον κατὰ τὴν θεότητα λέγειν. Ἡ αὐτὴ τοίνυν φύσις ἐν ἑκάστῃ τῶν ὑποστάσεων θεωρεῖται. Καὶ ὅτε εἴπωμεν τὴν φύσιν τοῦ λόγου σεσαρκῶσθαι κατὰ τοὺς μακαρίους Ἀθανάσιόν τε καὶ Κύριλλον, τὴν θεότητα λέγομεν ἡνῶσθαι σαρκί. ∆ιὸ οὐ δυνάμεθα εἰπεῖν· Ἡ φύσις τοῦ λόγου ἔπαθεν (οὐ γὰρ ἔπαθεν ἡ θεότης ἐν αὐτῷ), λέγομεν δὲ τὴν ἀνθρωπίνην φύσιν πεπονθέναι ἐν τῷ Χριστῷ, οὐ μὴν δὲ πάσας τὰς ὑποστάσεις τῶν ἀνθρώπων ἐμφαίνοντες, καὶ τῇ ἀνθρωπίνῃ φύσει πεπονθέναι ὁμολογοῦμεν τὸν Χριστόν. Ὥστε φύσιν τοῦ λόγου λέγοντες αὐτὸν τὸν λόγον σημαίνομεν. Ὁ δὲ λόγος καὶ τὸ κοινὸν τῆς οὐσίας κέκτηται καὶ τὸ ἰδιάζον τῆς ὑποστάσεως. 51 Περὶ τῆς μιᾶς τοῦ θεοῦ λόγου συνθέτου ὑποστάσεωσ Προεῖναι μὲν οὖν ἀχρόνως καὶ ἀιδίως φαμὲν τὴν θείαν τοῦ θεοῦ λόγου ὑπόστασιν ἁπλῆν καὶ ἀσύνθετον, ἄκτιστον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, πάντα ἔχουσαν ὅσα ἔχει ὁ πατὴρ ὡς αὐτῷ ὁμοούσιον, τῷ τῆς