ἐκδιδόμενον, ὑποδυόμενόν τε κατὰ γῆν ἀμηχάνῳ τοῦ δημιουργοῦ σοφίᾳ· καὶ αὖθις ἐκ τῶν 130 Κελτικῶν ὀρέων ἀναπιδύοντα, ἑλισσόμενόν τε διὰ τῆς Εὐρώπης, καὶ, εἰς πέντε τεμνόμενον στόματα, τὸν ῥοῦν ἐσβάλλειν παρὰ τὸν Πόντον, ὃς Εὔξεινος ὀνομάζεται. τινὲς δὲ Φισῶν τὸν τὴν Ἰνδικὴν τέμνοντα γῆν τυγχάνειν, ὃν καὶ Γάγγην κικλήσκειν εἰώθασι, παρ' ᾧ ἐξευρίσκεται ὁ λίθος ὁ σμάραγδος. βʹ. Ἀλλ' αἱ μὲν τριήρεις τοῦτον τὸν τρόπον ἐπὶ τὸν Ἴστρον ἀνήχθησαν. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τοῦ Βυζαντίου ἀπάρας, ἐς τὴν Ἀδριανοῦ σὺν παντὶ τῷ στρατεύματι παραγίνεται. ἣν Ὀρέστην φασὶ πολίσαι τὸν τοῦ Ἀγαμέμνονος, ὅτε τὸν πλάνον ὑπέστη μετὰ τὴν ἀναίρεσιν Κλυταιμνήστρας, τῆς ἰδίας μητρός· ἐξ ἐκείνου τε Ὀρεστιάδα κεκλῆσθαι τὸ πρότερον. Ἀδριανὸν δὲ αὖθις τὸν αὐτοκράτορα, Σκύθαις μαχόμενον, ἁλῶναί τε τῇ θέσει τῆς χώρας, καὶ ταύτην ἐχυροῖς περιβόλοις τειχίσαι, καὶ Ἀδριανοῦ ὀνομάσαι. ἐνταῦθα δὲ ὁ βασιλεὺς ἀφικόμενος, ἀναμαθών τε πρὸς τῶν σκοπῶν, ὡς ἐπάγουσαι εἰς τὴν τῶν Μυσῶν δυσέμβολοι καὶ ἐστενωμένοι ἀταρπιτοὶ, ἃς καὶ κλεισούρας, διὰ τὸ οἱονεὶ κατακεκλεῖσθαι, κατονομάζουσι, παρὰ τῶν Σκυθῶν οὐ παραφυλάττονται, τοὺς λοχαγοὺς καὶ ταξιάρχους συναγηοχὼς, ἔλεξε τοιάδε· Ὤιμην μὲν, ὦ συστρατιῶται, Σκύθας τὴν ἡμετέραν ὡς αὐτοὺς ἐκ πολλοῦ προσδοκῶντας ἄφιξιν, παντὶ σθένει τὰ ἐπικαιρότατα καὶ στενώτατα, δυσπρόσοδά τε, τῶν ἀταρπιτῶν, θριγκοῖς τισι καὶ ἑρκίοις συγκλεῖσαι, ὡς μὴ εὐπετῶς ἡμῖν εἴη εἰς τὰ πρόσω εἰσιτητέα. ἐπεὶ δὲ ἡ τοῦ θείου Πάσχα ἐπέλευσις ἔσφηλε τούτους, προκατασφαλίσασθαι τὰς ὁδοὺς καὶ 131 ἀπεῖρξαι τὴν ἡμῶν πάροδον, μὴ πεισθέντας, ὡς καταλιπόντες ἡμεῖς τὰ τῇ μεγάλῃ ἑορτῇ ἐφεπόμενα, λαμπροφορίας, καὶ προόδους, καὶ τρυφὰς, καὶ θέατρα, περὶ πόνους καὶ ταλαιπωρίας πολέμων ἐναποκλίνομεν, δοκεῖ μοι ἄριστα πράξειν, εἰ ἐξαυτῆς ἁρπάσωμεν τὸν καιρὸν, καὶ ὡς ἔχομεν τάχους ἐνσκευασάμενοι, τὴν ἐστενωμένην ὁδὸν παροδεύσωμεν, πρὸ τοῦ Ταυροσκύθας αἰσθέσθαι τὴν ἡμῶν ἔφοδον, καὶ εἰς ἀλκὴν κατὰ τὰς δυσχωρίας ὁρμῆσαι. εἰ γὰρ προτερήσομεν τὴν τῶν ἐπισφαλῶν χωρίων διάβασιν, καὶ ἀπροσδόκητοι τούτοις προσβάλωμεν, οἶμαι (σὺν Θεῷ δὲ εἰρήσθω), αὐτοβοεὶ καὶ τὴν πόλιν Πραισθλάβαν αἱρήσειν, ᾗ Μυσοῖς ἐστὶ τὰ βασίλεια· κἀκεῖθεν ὁρμώμενοι, ῥᾷστα τὴν Ῥωσικὴν ἀπόνοιαν καταγωνισόμεθα. γʹ. Ἀλλὰ ταῦτα μὲν εἶπεν ὁ βασιλεὺς, τοῖς δέ γε στρατηγοῖς καὶ ταξιάρχοις ἄκαιρος ἐδόκει ταυτὶ τὰ ῥηθέντα τόλμα, καὶ τηνάλλως θράσος ἐς ἀπόνοιαν ἐκπίπτον ἀλόγιστον, ἀπερισκέπτως τὴν Ῥωμαϊκὴν δύναμιν διὰ σηραγγώδους καὶ κρημνώδους ὁδοῦ διαβιβάζειν ἐπὶ τῆς ἀλλοδαπῆς προτρεπόμενα. ἐφ' ἱκανὸν οὖν χρόνον σιωπώντων αὐτῶν, ἀναλαβὼν αὖθις καὶ ἀνοιδήσας ὁ αὐτοκράτωρ φησίν· Ὅτι μὲν τὸ μὴ λελογισμένως παρὰ τοὺς πολέμους χωρεῖν, ἀλλ' αὐθαδῶς καὶ θρασέως, κίνδυνον εἴωθεν ὡς μάλιστα προξενεῖν καὶ πανολεθρίαν ἀνήκεστον, ἐπίσταμαι καὶ αὐτὸς, ἐκ νεότητος ταῖς μάχαις ἀναστραφεὶς, καὶ πολλὰ τρόπαια, καθὼς ἴστε, καὶ νίκας ἀναδησάμενος. ὅτι δὲ, ἐν οἷς ὁ καιρὸς, ὡς 132 ἐπὶ ξυροῦ ἀκμῆς ἑστηκὼς, μὴ κατὰ γνώμην χρῆσθαι τοῖς πράγμασι δίδωσι, δεῖ που τοῦτον προαρπάζειν, καὶ τὰ οἰκεῖα εὖ τίθεσθαι, συνθήσεσθαί μοι δοκῶ καὶ αὐτοὺς, ἐμπειρίαν πολλὴν ἀναλεξαμένους ἐκ τῆς ἀλλεπαλλήλου καὶ ἑτεροκλινοῦς τῶν πολέμων ῥοπῆς. εἴ τι οὖν μοι πείθεσθε τὰ λῴονα συμβουλεύοντι, ἕως οἱ Σκύθαι πρὸς ῥᾳστώνην ἀναπεπτώκασι, μήπω τὴν ἡμῶν αἰσθόμενοι ἄφιξιν, ἁρπάσωμεν τὸν καιρὸν, καὶ ἡ νίκη τῇ διαβάσει τῆς κλεισούρας συνέψεται. εἰ γὰρ διαβησείοντας ἡμᾶς αἴσθοιντο, καὶ εἰς ἀντίπαλον ἐπὶ τῶν στενωπῶν