προφάσει τοῦ μὴ σποράδας ὄντας αὐτοὺς διασκεδασθῆναι ποιήσωσι, καὶ περιμείναντες ἕως ἂν ἐπὶ παρεμβολῆς ἀθροισθῶσι, μεγάλης νίκης καὶ στρατηγίας ἀπέτυχον. μαθόντες γὰρ οἱ πολέμιοι ἐξ ἑαλωκότων τινῶν τὴν εἰς Μοψουεστίαν τῶν Ῥωμαίων συνάθροισιν, μηδὲ μικρὸν ἐγχρονίσαντες 138 καὶ διαναπαύσαντες ἑαυτοὺς εἰς ἣν τεθείκασιν ἐν τῇ Βλατιλιβάδι παρεμβολὴν ᾤχοντο, διὰ τῆς νυκτὸς ὑπερβάντες τὸ Σαρβανδικὸν ὄρος καὶ εἰς τὰ τοῦ Χάλεπ ἐπελάσαντες ὅρια. ἀπρακτησάντων οὖν τῶν ἐν Μοψουεστίᾳ, καὶ μὴ εὑρηκότων τοὺς ἐναντίους εἰς ὅπερ ἤλπισαν καταγώγιον, ἀνία μὲν κατέσχε τὸν βασιλέα πυθόμενον· ἐπεὶ δὲ καὶ αὐτὸς μικρὸν ἄποθεν τῆς ἐν Σελευκείᾳ Κλαυδιουπόλεως καταστὰς περὶ τῆς τῶν πολεμίων ἐμεμαθήκει φυγῆς, ὀπισθόρμητος γέγονεν, εὐθὺς μὲν τῆς βασιλευούσης ὡς καὶ τοῦ μετοπώρου προϊόντος κατεπειγόμενος, ἕτερον δὲ λαὸν εἰς τὰ κατόπιν καταλιπὼν διὰ τὸ καὶ ἑτέρους Τούρκους καταληίζεσθαι τὴν Ῥωμαϊκὴν γῆν, κατὰ φατρίας καὶ μοίρας διαιρουμένους, καὶ κατατρέχοντας καὶ τὸ προστυχὸν ἀφανίζοντας. εἰσιόντος οὖν τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει, ἐπ' οἴκου καὶ τὸ λοιπὸν τοῦ στρατεύματος γέγονε· καὶ τὸ ἔτος ἐτελεύτα ἐκεῖνο, ἰνδικτιῶνος ἐνισταμένης ηʹ τοῦ ϛφοηʹ ἔτους, ὅτε καὶ τὸ μέγιστον ἱερὸν τῶν Βλαχερνῶν ἕως ἐδάφους ἐπυρπολήθη. Ἐπεὶ δὲ τὸ ἔαρ ὑποφαίνεσθαι ἤρξατο, ἐσκέψατο τῇ βασιλίδι παρεῖναι ὁ βασιλεὺς καὶ τὴν ἡγεμονίαν τοῦ στρατοῦ πρὸς τὴν ἑώαν ἑνὶ τῶν προεχόντων ἐμπιστεῦσαι Ῥωμαίων. προκρίνας οὖν Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνόν, καὶ τῷ τοῦ κουροπαλάτου τιμήσας ἀξιώματι, στρατηγὸν τοῦ πολέμου καὶ ἀρχηγὸν τοῦ στρατεύματος ἀποδείκνυσι. τὸ δ' 139 ἐντεῦθεν τὰ προσάντη καὶ δυσχερῆ τῇ Ῥωμαίων βασιλείᾳ συνήντησεν. Ἐξιὼν οὖν ὁ προβεβλημένος εἰς τοῦτο, εἰ καὶ νέος τὴν ἡλικίαν ἐτύγχανεν, ἀλλά γε πεπλανημένον οὐδὲν οὐδ' ἀπαγὲς καὶ μειρακιῶδες ἐνεργῶν κατεφαίνετο. πολὺν δὲ λόγον ποιούμενος τῶν εἰκότων τάς τε δυνάμεις συνηθροίκει καὶ τῇ Καισαρέων πασίρρωμος ἐπεφοίτησεν, οὐ μόνον τὰ τοῦ στρατοῦ καθιστῶν, ἀλλὰ καὶ τῆς εὐνομίας προσηκόντως φροντίζων, καὶ τοὺς ἀδικοῦντας τῶν στρατιωτῶν ἐκτίσει καὶ προστίμοις τῆς ἀτασθαλίας καθυποβάλλων. πολέμοις δέ τισιν ἐντυχὼν νικητὴς ἀναπέφηνε, καὶ τὴν περὶ αὐτοῦ εὐδοξίαν ἤδη πλατύνειν καὶ μεγαλύνειν διηγωνίζετο. ἀλλ' ὁ κρατῶν ταυτὶ τὰ προτερήματα πυνθανόμενος εὐθυμεῖν μὲν ἐῴκει, ἐνθυμεῖσθαι δέ τι παρὰ τὴν ὁρωμένην ὄψιν οὐκ εἶχέ τις ἀντειπεῖν. ὅμως δ' οὖν, ἵνα τὴν τῆς Ἱεραπόλεως πολιορκίαν ἀποσοβήσῃ καὶ τὴν πιέζουσαν τοὺς ἔνδον σιτοδείαν παραμυθήσηται, μοῖραν οὐκ ἐλαχίστην τοῦ στρατοπέδου ἀποτεμόμενος ἐκεῖσε κατὰ Συρίαν ἀπελθεῖν διωρίσατο, καὶ τοῦτον τὸν τρόπον τῆς ἐκ τούτων ἰσχύος τὸν στρατηγὸν ἀπεστέρησεν. εἰς δὲ Σεβάστειαν παραγενομένου τούτου μετὰ τῶν ὑπολελειμμένων δυνάμεων, καὶ περὶ τὸ ἄστυ στρατοπεδεύσαντος, ἐπῆλθέ τις πληθὺς Οὐννικὴ πόλεμον τούτῳ καὶ μάχην ἀναρριπίζουσα. ἐξιόντος δ' αὐτοῦ συνέστη μὲν καρτερὰ διαμάχη, 140 φαντασίαν δὲ φυγῆς δεδωκότων τῶν ἐναντίων, οἷα τὰ τούτων μηχανήματα καὶ συνθήματα, ἐπεὶ διασκεδασθέντες οἱ Ῥωμαῖοι ἐδίωκον, ὑποστροφῆς αἰφνιδίου εὐθὺς γενομένης ἐκείνων παλίντροπος ἡ συμπλοκὴ γέγονε, καὶ πολλοὶ μὲν ἑάλωσαν, πλείους δὲ μαχαίρας ἔργον γεγόνασι, συνεάλω δὲ τοῖς ἄλλοις καὶ αὐτὸς ὁ τοῦ πολέμου τὴν στρατηγίαν ἐπέχων. σὺν τοῖς ἄλλοις δὲ καὶ αὐτῆς τῆς παρεμβολῆς παράστασις καὶ διασκύλευσις γέγονεν. καὶ εἰ μὴ τὸ ἄστυ πλησίον ὂν τοὺς πλείστους διέσωσε, πανστρατιᾷ ἐκινδύνευσεν ἂν ἡ τῶν Ῥωμαίων ἡλικία πᾶσα, ὅση πρὸς τὴν ἐνταῦθα ἐκστρατείαν συνέδραμε. Τῆς φήμης δὲ ταύτης καταλαβούσης τὸν βασιλέα, πολλή τις ἀνία κατέσχε καὶ αὐτὸν καὶ ὅσοι τὰ Ῥωμαίων φρονοῦντες ἐτύγχανον. οὔπω δὲ τὰ τῆς φήμης παρήκμασε,