πολλὴν τὴν γένεσιν τῆς καπνώδους ἀναθυμιάσεως. Ὁ δὲ γαλαξίας, ὅπερ ἐστὶν ὁ κομήτης περὶ ἕνα ἀστέρα καὶ ὅπερ ἐστὶν ἅλως περὶ σελήνην ἢ περὶ ἥλιον, τοῦτό ἐστιν ἐκεῖνος περὶ ὅλον κύκλον. οὐκ ἔστι δ' ἐν αὐτῷ τῷ ζῳδιακῷ, ἀλλὰ πέριξ, ὡς ἐπιλαμβάνειν τῶν τροπικῶν· ὥσπερ γὰρ ὁ κομήτης οὐ γίνεται περὶ τὴν διακεκαυμένην ζώνην διὰ τὸ ἐκδαπανᾶσθαι τὴν ὕλην, οὕτως οὐδ' ὁ γαλαξίας περὶ τὴν ὁδὸν τοῦ ἡλίου γίνεται· ἐκδαπανᾶται γὰρ κἀκεῖσε ἡ γεννῶσα αὐτὸν ὕλη. μέγιστος δ' ἐστὶν ὁ γαλαξίας, ἐπειδὴ πάσῃ τῇ διαμέτρῳ τοῦ ζῳδιακοῦ ἐπεκτείνεται, συμβάλλει δ' αὐτοῦ ὁ κύκλος κατά τε τὸν Τοξότην καὶ τοὺς ∆ιδύμους, ἅπερ ἐκ διαμέτρου εἰσί. καὶ ἔστι κατὰ τὴν Ἀριστοτελικὴν δόξαν πάθος ἀστέρος, ὅπερ οὔτε μοι δοκεῖ ἀληθὲς εἶναι οὔτε πρὸ ἐμοῦ Ἀμμωνίῳ τῷ φιλοσόφῳ· εἰ γὰρ πάθος ἦν ὁ γαλαξίας, ἔδει αὐτὸν ἀλλοιοῦσθαι καὶ ἐν μὲν τῷ θέρει λαμπρότερον γίνεσθαι, ἐν δὲ τῷ χειμῶνι ἀμαυροῦσθαι, καὶ ἔδει καθὰ συμβάλλει τῷ Τοξότῃ καὶ τοῖς ∆ιδύμοις ἐκεῖνα μηδ' ὅλως φαίνεσθαι. νῦν δὲ τοὐναντίον ἐστίν. ὅλην δέ φησι τὴν καπνώδη ἀναθυμίασιν ὁ φιλόσοφος ἐκδαπανᾶσθαι περὶ τὸν γαλαξίαν. Ἐπεὶ δέ σοι πολλάκις περὶ ἀνακλάσεως καὶ διακλάσεως εἴρηκα, ῥητέον τίνι διαφέρει ἀνάκλασις διακλάσεως. ἐπὶ μὲν οὖν τῆς ἀνακλάσεως ἐπὶ τὰ αὐτὰ τοῦ ἐνόπτρου καὶ τὸ ὁρῶν καὶ τὸ ὁρώμενον ὑπάρχει, ἐπὶ δὲ τῆς διακλάσεως μεταξὺ τοῦ ὁρῶντος καὶ τοῦ ὁρωμένου ἐστὶ τὸ κάτοπτρον, ὡς ἔχει ἐπὶ τῶν διὰ ὕδατος ὁρωμένων. καὶ τὰ μὲν κατὰ διάκλασιν ὁρώμενα πρὸς ὃ ἀφίστανται μείζονα φαίνονται, τὰ δὲ κατὰ ἀνάκλασιν ὁρώμενα πρὸς ὃ ἀφίστανται μείωσιν τοῦ μεγέθους ὑπομένουσιν. Οὔ φησι δ' ὁ φιλόσοφος θερμὸν τὸν ἥλιον· οὐ γὰρ ἐρυθρὸς ἀλλὰ λευκός, φησί, φαίνεται, ἀλλὰ τὰς ἀκτῖνας αὐτοῦ φησιν ἀνακλωμένας φωτίζειν τὸν ἀέρα, καὶ οὗτος ζῳογονούμενος καὶ ὑπὲρ φύσιν κινούμενος ἀνακλᾶται καὶ πολυειδῶς κινούμενος θερμαίνεται. καὶ ἐν μὲν θέρει πρὸς ὀρθὰς γωνίας ἀνακλώμεναι αἱ ἀκτῖνες ἐναπολαμβάνουσι τὸν ἀέρα καὶ ἐκθερμαίνουσιν, ἐν δὲ τῷ χειμῶνι διὰ τὸ λοξὰς γίνεσθαι τὰς ἀνακλάσεις χεῖται ὁ ἀήρ, καὶ διὰ τοῦτο οὐκ ἔστι πολλὴ θερμασία. 25 [δε ξομετις] Τὸ τῶν κομητῶν σχῆμα εἰ μὲν οὖν ἀνθρωπόμορφόν ἐστι, πρόλεγε περὶ ἀνθρώπους εἶναι τὸ συμβησόμενον, εἰ δὲ θηριόμορφον, περὶ θηρία, εἰ δὲ δοκίδες, περὶ φυτὰ καὶ τοὺς ἐκ τῶν φυτῶν. τὸ δὲ χρόνον ὅσον ἔσται ἡ ἐνέργεια, ἐκ τοῦ χρόνου μαθήσῃ τοῦ ἐν ᾧ φαίνεται· ἐπ' ὀλίγον γὰρ φανεὶς ἐπὶ βραχὺ ἔσται ἡ ἐνέργεια, ἐπὶ πολὺ δὲ ἐπὶ μήκιστον καὶ τὸ ἀποτέλεσμα γενήσεται. 26 Περὶ σεισμῶν Σεισμὸς γίνεται τοῦ πυρὸς διεργαζομένου καὶ ξηραίνοντος τὴν ἐν βάθει γῆν, καὶ δῆλον· τὰ γὰρ πλησιάζοντα τοῖς ἀναφυσήμασι καὶ ταῖς τῶν θερμῶν ἀναβολαῖς ὑδάτων πυκνότερον σείεται, οἷα τὰ περὶ τὴν Φρυγίαν Λαοδίκειαν καὶ τὴν παρ' αὐτὴν Ἱερὰν πόλιν καὶ τὴν καθ' ἡμᾶς Φιλαδέλφειαν, καὶ καθόλου τὴν ἐπὶ τάδε Ἀσίαν, καὶ τὰ πλεῖστα δὲ τῆς πρὸς δύνοντος ἡλίου Εὐρώπης, Σικελίαν καὶ Ἰταλίαν λέγω. καὶ γὰρ ἡ τῶν σεισμῶν γένεσις πνεύματός ἐστι ξηροῦ διὰ σηράγγων φορά· τοῦ δὲ πλεονασμοῦ αἰτίαι, πρώτη μὲν ἡ τοῦ καταγείου πυρὸς ἔξαψις, δευτέρα ἡ τῆς θαλάσσης εἰς τοὺς σηραγγώδεις τόπους ἐπιδρομή. συνεργεῖ δὲ καὶ πολυομβρία <χειμῶνος, καὶ θέρους ἀνομβρία>· ἡ μὲν γὰρ πιλοῦσα τὴν γῆν καὶ εἰς τὸ βάθος ἀπωθουμένη τὸ πνεῦμα ἀρχὴν αὐτῷ θλίψεως παρασκευάζει, ἡ δὲ ἐπισπωμένη καὶ σύρουσα. τῶν δὲ σεισμῶν οἱ μέν εἰσιν ἐπικλινίαι, οἱ