τάς τε Σιβυλλείους καὶ τὰς Ὀρφικὰς καὶ καθ' ἃς οἵ τε Βηρύτειοι Ταῦροι γεγόνασι καὶ Ἀμοῦς ὁ Αἰγύπτιος, Σωκράτεις τε καὶ Πλάτωνες (τούτων γὰρ δὴ τὰς ψυχὰς καὶ τῷ Ἀπόλλωνι συγχορευούσας εἰσάγουσι), τὰς δὲ οὐρανίας φασὶν εἶναι καὶ ἀπλανεῖς, καὶ τὰς μὲν ἀπὸ τῆς πρώτης σφαίρας, τὰς δὲ ἀπὸ τῆς ἑβδόμης ἐνδιδοῦσι τοῖς σώμασι, καὶ τὰς μὲν θείας, τὰς δὲ ἀρχαγγελικάς, τὰς δὲ δαιμονίους, τὰς δὲ ἡρωϊκὰς ὀνομάζουσι· περὶ ὧν εἰ βουλοίμεθα καθεξῆς λέγειν, εἰς ἀπέραντον ἡμῖν ὁ λόγος χωρήσει. ὥσπερ δὲ μετροῦσι τὸ ὕψος ταῖς τῶν τόπων διαστάσεσι καὶ ταῖς τῶν καθέκαστα διαφοραῖς, οὕτω δὴ καὶ τὸ βάθος διιστᾶσι, καὶ τὰς μὲν ἀγχοῦ τῆς ὕλης ἀνάγουσι, τὰς δὲ σωματικάς φασι, τὰς δὲ ἄλλων ἄλλαις διαφοραῖς ἀποσχίζοντες, εἶναι δὲ πρὸς τὰ μέτρα τῶν διαστάσεων ἀναλόγους καὶ τὰς ἕξεις αὐταῖς. Ταῦτα μὲν οὖν Ἰάμβλιχοι καὶ Πλωτῖνοι καὶ Πρόκλοι καὶ πρό γε πάντων ὁ τὰς ἀφορμὰς τούτοις δοὺς Πλάτων περὶ τούτων ληρούντων. ἐγὼ δὲ περὶ τῶν θείων οὐδέν τι συλλογιζόμενος οὐδὲ μεθόδοις Ἑλληνικαῖς ἑπόμενος, ἀλλὰ τοῖς καθ' ἡμᾶς λογίοις ὁμιλῶν, οὔτε τῇ ψυχῇ τὰ πρεσβεῖα τῆς γενέσεως κατὰ τοῦ σώματος δίδωμι, οὔτε μετὰ τὴν τούτου μόρφωσιν ἢ τὸν ἐκ τῆς μήτρας ὄλισθον (εἰς ὃ δὴ δόγμα πάντες Ἕλληνες ἐξετραχηλίσθησαν) ἐνδεσμῶ ταύτην τῷ σώματι, ἀλλ' ὁμοῦ συνυφίστημι, Γρηγορίῳ τε τῷ Νυσσαεῖ κατακολουθῶν καὶ Μαξίμῳ τῷ φιλοσόφῳ· τούτοις γὰρ 90 μόνοις ἐντετύχηκα ἰδιαίτατα περὶ τῆς τῶν φύσεων τούτων ἁρμονίας συγγεγραφόσιν. ἀλλ' οὐδ' ἐξαλλάττω ταύτας κατ' εἶδος (ὁμοειδεῖς γὰρ ἁπάσας τίθεμαι), ἀλλὰ τὴν ἀπορίαν ἐπέτεινα· περὶ γὰρ ἀνεξαλλάκτων ἁπασῶν κατὰ τὸ εἶδος οὐσῶν αἱ πολλαὶ αὗται διαφοραὶ παρυπέστησαν. τριττὰ οὖν εἴδη τῆς ἐξαλλαγῆς αὐτῶν ἐγὼ θεωρῶ, παιδείαν ἔθος καὶ φύσιν. προσθήσω δὲ καὶ τέταρτον τὰς τῶν νοσημάτων ἐμπτώσεις ἢ τὰς τῶν συμπτωμάτων ἐπιβολάς, ἃ δὴ ὡς περὶ τὴν φύσιν θεωρούμενα εἰς τὴν φύσιν καὶ αὐτὰ ὑπαχθεῖεν. περὶ μὲν οὖν παιδείας καὶ ἔθους περιττὸν ἂν εἴη λέγειν νῦν ταῖς τῶν ἁπάντων ὑπολήψεσιν ἐκκειμένων καὶ πολλοῖς πολλάκις ἐξηυμαρισμένων. ὅπως δὲ τὴν φύσιν τῶν διαφορῶν αἰτιώμεθα λέξομεν. ∆ύο τοίνυν ἐφ' ἡμῶν ὁρᾶται ἀφ' ὧν κεκράμεθα, σῶμα καὶ ψυχή. ἔστι δὲ ἑκάτερον αὐτὸ καθ' αὑτό. ἡ μὲν ψυχὴ νοερά, τὴν δὲ κατὰ τόπον μεταβολὴν ἀκίνητος, αὐτόθι τοῖς νοητοῖς ἐπιβάλλουσα καὶ γινώσκουσα ὅπως ἔχουσι φύσεως, ἀθάνατος, ἀναλλοίωτος, ἀμετάβλητος, ὑποβᾶσα μὲν τὸν νοῦν, ὑπερκειμένη δὲ ἀλογίας καὶ ἐμψυχίας καὶ τοῦ φανταστικοῦ πνεύματος καὶ τῆς περὶ τὰ σώματα φύσεως· τὸ δὲ σῶμα μεταβλητόν, πολυμερές, ἄζων, εὐκίνητον, παντὸς οὑτινοσοῦν ἀνεννόητον. τοιαῦτα μὲν οὖν εἰσι τὰ μέρη διῃρημένα καθ' ἑαυτά. γενομένης δὲ τῆς τούτων κράσεως ἑκάτερον ἑκατέρου μετέσχηκε, καὶ τὸ μὲν σῶμα διὰ τῆς ψυχῆς μετέσχε ζωῆς καὶ τρόπον τινὰ αὐτοκίνητον διὰ ταύτην ἐγένετο, ἡ δὲ ψυχὴ διὰ τὸ σῶμα διέστη καθ' ἑαυτὴν καὶ ὥσπερ ἀπεμηκύνθη εἰς πολυμέρειαν. εἴ τις οὖν ἐπὶ ταῖς ψυχαῖς ὁρᾶται διαφορά, τὴν κρᾶσιν αὐτῆς αἰτιώμεθα· ἀπόλυτοι γὰρ οὖσαι οὐκ ἂν φανεῖεν πρὸς ἀλλήλας διηλλαγμέναι. δῦσαι δὲ κατὰ τοῦ σώματος ὥσπερ δὴ κατὰ βυθοῦ, ὅσαι μὲν εἰς τὸ βάθος ἐχώρησαν, ὥστε αὐτῇ προσπεπελακέναι τῇ ὑφάλῳ γῇ, ἐκεῖναι ὥσπερ ἐκπλαγεῖσαι πρὸς τὴν κατάδυσιν ταύτην ἑαυτῶν τε ἐπελήθοντο καὶ σωματικώτεραι γεγόνασιν ἀτεχνῶς· ὅσαι δὲ κατὰ κέντρον ἑκάστου πέρατος ἐπίσης ἀφεστήκασιν, αὗται δικαιόταταί εἰσι <διὰ> τὴν ἁρμονίαν τῶν δέσεων καὶ ὑπερβολῶν ἐπίσης ἀφεστηκέναι καὶ ἐλλείψεων· ὅσαι δὲ κρείττονος ηὐμοίρησαν συναφῆς, ὥστε ἐποχεῖσθαι τῷ σώματι ὡσανεὶ καὶ ἐλάχιστα ὑπὸ τῶν τούτου δεσμῶν ἔχεσθαι, αὗταί εἰσιν αἱ τὸ σῶμα μισοῦσαι εὐθὺς καὶ 91 συνεθισμοῦ ἄτερ καὶ παιδείας ὥσπερ θεοφορήτῳ χρησάμεναι τῇ φορᾷ πρὸς ἑαυτάς τε ἐπιστρέφουσι καὶ τοὺς οἰκείους λόγους ἐπίστανται τάς τε ἁρμονίας τῶν