δυστυχήμασι καὶ τῷ ὑμῶν παραδείγματι, λόγου χάριν παρίτω τις ὡς κατάκριτος ἐφ' ᾧ τμηθῆναι τὸν τράχηλον. μεταχειριζέσθω δὲ τὸ ξίφος μὴ δήμιός τις πρὸ πολλοῖς ἡμμένος τοῦ πράγματος καὶ περὶ τὰ τοιαῦτα γεγυμνασμένος, ἀλλά τις τῶν ἀμαθῶν ταῦτα καὶ πόρρω τοῦ τεμεῖν. ἔστω δὲ καὶ τὸ ξίφος μὴ σιδήρου πεποιημένον, ἀλλὰ μολίβδου ἢ καττιτέρου, τῶν ταχὺ στρεφομένων μᾶλλον πασχόντων ἢ δρώντων. ἐπενεγκάτω οὖν οὗτος κατὰ τοῦ τένοντος τὴν πληγήν. ἀλλ' οὔθ' ὁ κατάκριτος ἐτμήθη καὶ ὁ μόλιβδος ἀντεστράφη, καὶ τὸ ὅλον ὁ ξιφηφόρος ἰλιγγιάσας πρὸς τὸ ἀσύνηθες ἀφῆκε τὸ ξίφος τῶν χειρῶν. τί οὖν παρὰ ταῦτα ἀξιώσεις τὴν πληγὴν δεξάμενον ἀνθρωπον μὴ ζῆν, ὅτι ὅμοια τοῖς μὴ ζῆν ὀφείλουσι πέπονθε, καὶ εἰ μὴ ἐκόπη τὸν τράχηλον; ἀλλὰ πόρρω που τοῦτο λόγου ἐστίν; ἕλκε οὖν ἐπὶ τὸ σὸν παράδειγμα τὴν ὑπόθεσιν, καὶ οὐδὲν εὑρήσεις ὃ μὴ προσόμοιον. εἶτα εἴ τις ἡμᾶς ἐξέπληξεν ἀγεννής, εἰ ὁ τῆς πληγῆς τρόπος οὐ τῶν ἐμβαθυνόντων ἦν τὴν τομὴν ἢ οὐδὲ ὅλως πληττόντων, παρὰ ταῦθ' ἡμεῖς τοῖς ἀποκτανθεῖσιν ὁμοιωθείημεν καὶ οὐχὶ μᾶλλον τοῖς ὑπὸ τοῦ μολιβδίνου ξίφους τμηθεῖσιν; ἀλλὰ καινὸς οὗτος θανάτου τρόπος τεθνάναι ζῶντα καὶ κεκαθάρθαι μηδέν τι πεπονθότα καθάρσεως. Ἡδέως δ' ἄν σε τὸν εἰκονοποιὸν ἐρωτήσαιμι· οὐ παντὸς δυστυχήματος πέρας ὁ θάνατος; οὐ μετὰ ταῦτα ἄψυχον καταλελειμμένον τὸ σῶμα ἀνεπαίσθητον πρὸς ἄλλην ἐστὶ κόλασιν, εἴ γέ τις κολάζειν ἐθέλοι; ἀλλ' οὐδεὶς ἂν προαχθείη τὸ τμηθὲν ἐκεῖνο σῶμα ἀνασταυροῦν αὖθις ἢ καταπιττοῦν, εἰ μὴ προδήλως σκιαμαχεῖν βούλοιτο. εἰ οὖν τοῦτο καὶ ἡ κάθαρσις δύναται καὶ τέλος ἐστὶ παντὸς τιμωρήματος, τί μετὰ ταῦτα ὁ νεκρὸς ὑπερωριζόμην ἐγὼ καὶ δεύτερον ἐλάμβανον ἐπιτίμιον, ὥσπερ ἐκ μνήματος ἀναστάς; ἢ δῆλον ὡς, τῆς καθάρσεως οἷα πληγῆς ἀγεννοῦς μὴ ἐνεχθείσης εἰς βάθος, ἀκαθαίρετος μὲν αὐτὸς ἔμεινα, ἑτέρα δέ με τῶν οὐκ ἀποκτενουσῶν πληγὴ διεδέξατο. τοῦτο δέ πως καὶ ὑπῃνίττετο καὶ ἔργοις εὐθὺς ὁ βασιλεὺς ὑπενέφαινεν, ὡς τῆς μὲν καθαιρέσεως ἀφῆκεν, ἐπιτιμοίη δὲ ἄλλως. τί γὰρ ἐχρῆν πρὸς τῷ θανάτῳ καὶ πληγὰς ἑτέρας ἐπιτιθέναι; ἢ τοσοῦτον ὁ βασιλεὺς ἡμῖν ἀφιλάνθρωπος ὡς μηδὲ μετὰ τόν, ὃν ὑμεῖς φαίητε, θάνατον τοῦ ἐμοῦ φείδεσθαι σώματος, ὃς πᾶσι καὶ τῶν πρὸς ἀξίαν ὑφαιρεῖ τι ἐπιτιμίων καὶ οὐδενὶ τῶν πάντων τοῖς ἁμαρτήμασιν ἐζυγοστάτησε τὴν ποινήν, ἀλλὰ τοῖς μὲν ἀφῆκε παντάπασιν, οὐ λόγοις ὡς ἐγὼ κατὰ τὸν κατήγορον βλασφημήσασιν, ἀλλὰ καὶ ἐς προὖπτον ἀντάρασι καὶ μέχρι τοῦ βασιλειᾶν ἐξυβρίσασι, τοῖς δέ τι κολάσεως προσετρίψατο, καὶ ταῦτα οὐχ ὑπηρετούμενος τῷ θυμῷ, ἀλλὰ τὸ μέλλον οἰκονομούμενος; Ἢ ἐμοὶ μόνῳ μετὰ τῶν ἄλλων καὶ ἡ τοῦ βασιλέως γνώμη ἠλλοίωται, καί μοι κλῆρός τίς ἐστιν ἀτυχεῖν πάντοθε καὶ τοσαύτην ὑπερβολὴν εἶναι τοῦ κακοῦ ὡς μηδ' ἔχειν εἰκάσαι, ἀλλ' ἀντιθέτως ἐκ διαδοχῆς περιπίπτειν τοῖς ἐναντίοις; ὁπότε γὰρ ὁ μὲν βασιλεὺς μόνος ἀντέκειτο ταῖς γνώμαις ὑμῶν καὶ τὸν κατὰ τῆς ἱερωσύνης λόγον ἐγύμναζε, μόνος ἐνίκα πάντας καὶ τὴν ἡττῶσαν εἶχον ἐγώ. νῦν δ' αὖθις, ὁπηνίκα ὁ μὲν μεταβέβληται, ὑμεῖς δὲ ἀντιπίπτετε, ἐς ταὐτὸ πάλιν τῷ προτέρῳ ἄγομαι ἀτυχήματι. καί, ὡς ἔοικεν, οὗ μὲν ἐμὲ δυστυχῆσαι χρή, βασιλεὺς ὁ βασιλεὺς δείκνυται, οὗ δ' ἀτυχῆσαι, οὐδὲν τῶν ἰδιωτῶν διενήνοχε. καὶ τίς ἄλλος ἐμοῦ ἐχρήσατο βαρυτέρῳ τῷ δαίμονι; ὁ δ' ἀτυχέστατος πάντων οὐ μόνος ἐγώ; ἀλλὰ πρὸς θεοῦ, εἰ ἐν τῇ προτέρᾳ μου ἐξετάσει μετέστραπτο, εἴ πως ἐνῆν, τὰ τῆς γνώμης τῷ βασιλεῖ καὶ ὧν νῦν ὑπὲρ ἐμοῦ ἀφίησι φωνῶν μίαν ἀφῆκεν, οὐκ ἂν εὐθὺς προσήκασθε, μηδέν τι τούτου πλέον περιεργασάμενοι; οὐκ οὖν ἄτοπον εἰ, ἃ τότ' ἀπολυπραγμονήτως προσεδέξασθε ἂν διδόντος τοῦ βασιλέως, ταῦτα νῦν τοῦτο ποιοῦντος ἀπώσεσθε; ἢ τί μεταξὺ ὁ χρόνος ἐκαινοτόμησε; τὸ δ' ἀφιέναι μοι τὸν αὐτοκράτορα καὶ τιμωρίαν μὴ βουλεύεσθαι παρ' ἐμοῦ λαβεῖν, πῶς νοεῖτε; καὶ ἐπὶ τίσι