χρόνοις ἐν τοῖς τριάκοντα τοῖς ἀνεπιφωνήτοις σβέννυταί τε καὶ φθείρεται, οὐδαμῶς περαιτέρω· ἀγωγή τε προσωπικὴ ταύτῃ τῇ προθεσμίᾳ, εἰ μὴ τμηθῇ τὸ μεταξύ, σβέννυται προσηκόντως· ἀγωγαὶ τεμποράλιοι ταύτῃ σβέννυνται μόνῃ. διπλᾶ δὲ δικαστήρια ταῦτα τὰ τρία μόνα· τὸ περὶ διαιρέσεως κοινῶν τινων πραγμάτων, τὸ περὶ φαμιλίας τε, τὸ περὶ ὅρων τρίτον. οὔτε ἡ φούρτη ἀγωγὴ οὔτε ἡ προ σοκίο οὔτε ἡ περὶ κινητῶν ἁρπαγῆς, ἣν Λατῖνοι οὕτω κατωνομάκασι, βι βονόρουμ ῥαπτόρουμ, ἐτῶν πλέον τριάκοντα εἰς ἀγωγὴν ἰσχύει· ἡ δ' ἀπαιτοῦσα τὸ διπλοῦν ἐπὶ τοῦ κλοπιμαίου τῷ χρόνῳ παρατείνεται τοῦ κλέψαντος τὸ πρᾶγμα. ἔτεσι τεσσαράκοντα ἡ ὑποθηκαρία ἀγωγὴ παρατείνεται, τοῦ χρεώστου τὸ πρᾶγμα ἔχοντος καὶ κατέχοντος καὶ σαφῶς νεμομένου. Καλῇ δὲ πίστει ἀγωγαὶ τοσαῦται καὶ τοιαῦται· πρᾶσις ἀγορασία τε, μίσθωσις, κοινωνία, ἐκμίσθωσις, διοίκησις πραγμάτων ἀλλοτρίων, κατ' ἐπιτρόπων ἀγωγή, ἐντολή, παραθήκη, ἀγωγὴ περὶ τὸ χρησθέν, ἡ περὶ ἐνεχύρου, ἡ περὶ διαιρέσεως τῶν συγκληρονομούντων, ἡ διαιροῦσα τὰ κοινὰ καὶ χωρὶς κοινωνίας, ἡ πραεσκρίπτις βέρβις τε τῶν ἀνταλλαττομένων, ἄλλη δ' αὖθις ὁμώνυμος ἀεστιματορία. ἡ δὲ νερεδιτάτις τε κληθεῖσα πετιτίων, ἡ ἀπαιτοῦσα, δέσποτα, τὰ τῆς κληρονομίας, στρίκτα τὸ πρὶν ἐτύγχανε, νῦν δ' ἐστὶ καλῇ πίστει· στρίκτα τὸ πρὶν ἐτύγχανε καὶ ἡ ἐξ στιπουλάτο. ὁ νόμος δ' ὁ Φαλκίδιος τοιαύτην ἔχει φύσιν· εἴπερ τις τελευτήσειε πατὴρ ἑνὸς παιδίου, γράψας δὲ διατύπωσιν τοῦ παιδὸς οὐκ ἐμνήσθη, ἀλλ' ἄλλοις καταλέλοιπεν ἀκέραιον τὸν κλῆρον, ὁ παῖς τὸ τρίτον λήψεται πραγμάτων τῶν πατρῴων· εἰ δ' ὁ θανὼν ἐγέννησε παῖδες ἐν βίῳ δύο, οὐδ' ἑνὸς δ' ἐμνημόνευσε ποιήσας διαθήκην, ἕκαστος ἕκτον λήψεται τῶν πατρικῶν πραγμάτων· εἰ δέ γε τρεῖς τυγχάνουσιν οἱ παῖδες τοῦ θανόντος, ἕκαστος ἕξει ἔννατον τῆς πατρικῆς οὐσίας· δωδέκατον δ' εἰ τέσσαρες τυγχάνουσιν οἱ παῖδες· εἰ δὲ πλείους τυγχάνουσι, δέσποτα, τῶν τεσσάρων, τούτοις ἀποκεκλήρωται τῆς πατρικῆς οὐσίας μερὶς πάντων ἡμίσεια, δοκοῦν τῷ Φαλκιδίῳ. οἱ ἄνευ δεφενσίωνος πρᾶσίν τινος ποιοῦντες εἰς μόνην κατακρίνονται τὴν τιμὴν τοῦ πραθέντος, οἱ δέ γε δεφενδεύοντες καὶ τὴν τιμὴν διδοῦσι τοῦ διπλασίου τε ποινήν, οὕτω γὰρ ἐτυπώθη. τοὺς ἀντελλόγους, δέσποτα, τῷ δικαστῇ δεκτέον, τῆς παραθήκης μόνης δὲ ἀντέλλογος οὐκ ἔνι. τὴν καταδίκην τὴν ἁπλῆν ἔχει ἐξ στιπουλάτο, ἡ ἀπὸ τοῦ δανείσματος, ἡ ἐξ ἀγορασίας, ἡ ἀπὸ τῆς μισθώσεως, ἡ ἀπὸ ἐνταλμάτων· διπλῆν δ' ἔχουσιν εἴσπραξιν ἡ τοῦ Ἀκουιλίου, ἡ ἀφανὴς ἀφαίρεσις, ἡ παρακαταθήκη· τὸ δέ γε τετραπλάσιον κλοπῆς ἐστι προδήλου ἄλλων τε πλείστων ἀγωγῶν καὶ ἰμφακτοὺμ πλειόνων, φόβου, συκοφαντίας τε, καὶ δικῶν ἄλλων πάλιν· διπλοῦν δὲ τετραπλάσιον ὁ ἀπὸ ναυαγίου ἁρπάσας πρᾶγμα, δέσποτα, εἰσπράττεται δικαίως, καὶ τὸ μὲν τετραπλάσιον τῷ φίσκῳ προσκυροῦται, τὸ δ' ἄλλο τετραπλάσιον ὁ ναυαγήσας ἔχει. οὐδεὶς δὲ ἐναγόμενος ὀνόματι οἰκείῳ ἱκάνωσίν τινα διδοῖ τὴν ἀπὸ καταδίκης· ὁ δ' ἀλλοτρίαν ἀγωγὴν ἐν δικασταῖς γυμνάζων μὴ ἐμφανίσας ἔγγραφον ἐντολὴν πρωτοτύπου καλῶς ἀπαιτηθήσεται τὴν ἱκανοδοσίαν. αἱ μὲν ἐκ νόμου ἀγωγαὶ αἵ τε ἀπὸ δογμάτων αἵ τε ἐκ διατάξεων τῶν βασιλικωτάτων διηνεκεῖς τυγχάνουσιν, ὡς ἤρεσε τοῖς νόμοις, οἱ νόμοι τῶν πραιτώρων δὲ μονόχρονοι τὴν φύσιν· εἰσὶ δὲ καὶ πραιτώριαι διηνεκεῖς ὀλίγαι, ὡς ἡ περὶ τοῦ κλέμματος ἡ τοῖς διακατόχοις παρεχομένη, δέσποτα, τοῖς γε νομικωτέροις. αἱ δέ γε μὴν ποινάλιαι ἀγωγαὶ κεκλημέναι τοῖς κληρονόμοις δίδονται, οὐ κατὰ κληρονόμων, ὁποῖόν ἐστιν ἡ κλοπὴ ἁρπαγή τε πραγμάτων, αὐτὸς ὁ Ἀκουίλιος ὁ περὶ τῆς ζημίας· ἡ δέ γε περὶ ὕβρεως οὐδ' ἐν τοῖς κληρονόμοις, εἰ λάβοι δὲ προκάταρξιν ἐν τοῖς δικαστηρίοις, καὶ κληρονόμοις δίδοται καὶ κατὰ κληρονόμων. Γυνὴ δὲ μετὰ χήρευσιν μὴ δευτερογαμοῦσα σὺν τοῖς παισὶ μερίζεται τὸν κλῆρον τὸν πατρῷον λαμβάνει τε ἰσάριθμον μοῖραν ἑνὶ τῶν παίδων, καὶ