15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ἀπὸ τοῦ κατ' ἄμφω ἀιδίου, κατά τε οὐσίαν φημὶ καὶ ἐνέργειαν, εἰς τὸ κατ' ἄμφω μὴ ἀίδιον ὁ λόγος χωρήσει, οἷον εἰς τὸ γεννητὸν καὶ ῥευστόν, ὁποῖα τυγχάνει τὰ καθ' ἡμᾶς ἄτομα; ἡμεῖς γὰρ οὔτε τὴν οὐσίαν ἀίδιοι οὔτε τὴν ἐνέργειαν, κατὰ μέρος αὐξάνοντες, καὶ τὰ μὲν νῦν ποιοῦντες, τὰ δὲ πάλαι διενεργήσαντες, τὰ δὲ ὡς αὖθις ποιήσοντες παρεσκευασμένοι. ἀλλὰ τοῦτο οὐ τάξις ἐστὶν οὐδὲ πρόοδος χωροῦσα δι' ὁμοιότητος. δεῖ οὖν μεταξὺ τῶν πάντῃ ἀιδίων καὶ τῶν πάντῃ φθαρτῶν φύσεις εἶναί τινας, τὴν μὲν οὐσίαν ἐχούσας ἀίδιον, μὴ μέντοι πόρρω καὶ τοῦ κατὰ χρόνον ἐνεργεῖν. οὕτω γοῦν τὸν λόγον προβιβάσαντες μεταξυλο γοῦσι τὸν οὐρανὸν καὶ τὸν αἰθέριον σύμπαντα κόσμον, ὃν δὴ ἀίδιον μέν φασι κατὰ τὴν οὐσίαν, ὅτι τὸ πᾶν ἀπειληφὼς μένει ἀθάνατος, οὐ μὴν δὲ καὶ τὴν κατ' ἐνέργειαν ἀιδιότητα προσμαρτυροῦσιν αὐτῷ· οὐ γὰρ ὁμοῦ τὴν πᾶσαν ἑαυτῷ συνεκεφαλαιώσατο κίνησιν, ἀλλ' ἐς τὸν ἅπαντα χρόνον συγκινηθήσεται. οὕτω γοῦν περὶ τοῦ ἀιδίου πεφιλοσοφήκασιν Ἕλληνες. Ὁ δὲ μέγας οὗτος πατὴρ ὡς μύθων τούτων ἀφέμενος, ἐπεὶ παρὰ τῆς γραφῆς ἅπαξ μεμάθηκε «τὰ μὲν ἄστρα πεσεῖσθαι, τὸν δὲ οὐρανὸν εἱλιγή σεσθαι», ἄναρχον μέν φησιν ὃ μὴ πρεσβυτέραν ἀρχὴν εἴληχεν, ἀίδιον δὲ ὃ δὴ προεληλυθὸς ἀπ' αἰτίου οὐ κατακλείεται πέρατι. ἐντεῦθεν «ὃ μὲν ἄναρχον», τοῦτο δήπουθεν «καὶ ἀίδιον». τὸ γὰρ μὴ ἀπὸ αἰτίου πῶς τεθνήξεται ἢ ὅλως ἀπολεῖται; τὸ γὰρ ἀπολλύμενον αἰτίαν ἔχει τὴν τοῦ αἰτίου ἀπόστασιν, ὥσπερ τὸ ὑφ' ἑτέρου κινούμενον ἵσταται τῆς κινήσεως, ὅτε τὸ κινοῦν παύσεται τοῦ κινεῖν. τὸ δὲ ἀναίτιον καὶ πάντῃ ἄναρχον πῶς ἀπολεῖται; οὐ γὰρ δήπουθεν ἑαυτῷ ἐπιλίποι, ἵν' ἀποστὰν ἑαυτοῦ αἴτιον ἑαυτῷ ἀπωλείας γένηται. διὰ τοῦτο «τὸ ἄναρχον» πάντως που «καὶ ἀίδιον», οὐκ εἴ τι δὲ ἀίδιον, τοῦτο καὶ ἄναρχον· ψυχὴ γὰρ καὶ νοῦς ἀίδια μέν, ὅτι καὶ ἀείζωα, οὐκ ἄναρχα δέ· πάντα γὰρ ἀπὸ τοῦ πρώτου παρήχθη αἰτίου. Ἀλλ' ὁ ἐρωτῶν κατάλληλον ἀπαιτεῖ τῇ τελευτῇ τὴν ἀρχήν· εἰ γὰρ συναΐδια, φησίν, υἱὸς καὶ πνεῦμα τῷ πατρί, καὶ κοινῶς ἀείζωά τε καὶ ἀτελεύτητα, διὰ τί μὴ καὶ συνάναρχα; ἔδει γάρ, φησίν, ὥσπερ ἐλλείπουσί τι κατὰ τὴν ἀρχήν, ἐλλείπειν καὶ κατὰ τὸ τέλος. τοῦτον δὴ τὸν λόγον ἐπιλυόμενος ὁ πατὴρ συντόμως καὶ σαφῶς ἀπεκρίνατο. ζητεῖς, φησί, διὰ τί μὴ συνάναρχα; ὅτι μὴ ἄναρχα μηδὲ εἰς τρεῖς διῃρημένα ἀρχάς, ἀλλ' ἀπὸ τοῦ πατρὸς ἔχει τὸν πρόοδον, «καὶ εἰ μὴ μετ' ἐκεῖνον» τῷ χρόνῳ ἐστίν· οὐδὲ γάρ, ἐπειδὴ ὡς ἀπ' αἰτίου τοῦ πατρὸς προελήλυθεν, ἤδη που καὶ χρόνου μεσιτείαν ἐν αὐτοῖς ἐννοεῖν δεδυνήμεθα. διὰ τοῦτο συναείζωα μὲν πάντως καὶ μή τινι περατούμενα διαστήματι, συνάναρχα δὲ οὔ, ἀλλὰ τούτων ὁ μὲν πατὴρ ἄναρχος, τὰ δὲ ἀπὸ τῆς ἀρχῆς, αὐτοῦ φη[μὶ] τοῦ πατρός, χρόνου μὴ μεσιτεύοντος. ἀίδιον δὲ καὶ ἀθάνατον ἐν τούτῳ διενηνόχατον, ὅτι τὸ μὲν γενικώτερόν ἐστι, τὸ ἀίδιον, τὸ δὲ εἰδικώτερον, τὸ ἀείζωον. καθ' Ἑλληνικὴν δὲ δόξαν διαφορὰ παραχθήσεται, ἐπεὶ κατά γε τὴν ἡμετέραν ταὐτόν ἐστι τῷ ἀιδίῳ τὸ ἀείζωον, ἀλλ' οἵ γε Ἕλληνες, ἐφ' ὧν μὲν τὸ ἀείζωον λέγουσι, καὶ τὸ ἀίδιον τάττουσιν, οὐ μὴν ἐπὶ πάντων τῶν ἀιδίων καὶ τὸ ἀθάνατον προστιθέασιν. ἀθάνατα μὲν γάρ φασιν ὅσα πέφυκε ζῆν, οἷον ψυχήν, νοῦν καὶ τὰς εὐθὺς μετὰ θεὸν φύσεις, τὸν δὲ οὐρανὸν ἀτελεύτητον λέγοντες, οὔ φασιν ἀθάνατον, ἀλλ' ἀίδιον· ὁ γὰρ θάνατος ζωῆς στέρησις, ἃ δὲ μὴ εἴληχε ζῆν πῶς θάνοι; διὰ τοῦτο τὰ μὲν ἀθάνατα καὶ ἀίδια, φασίν, οὐ μὴν καὶ ἀθάνατα τὰ ἀίδια. Ἐμοὶ γοῦν ἱκανῶς τὸ διαπόρημα καὶ ἐζήτηται καὶ ἐπιλέλυται. εἰ δέ τι πλέον ὁ ὑμέτερος ἐπιζητεῖ νοῦς, τὸν κρείττονα τῆς ἐμῆς γλώττης ἐπιζη τεῖτε, μᾶλλον δὲ διανοίας· τὰ γὰρ εἰρημένα συμμέτρως μοι καὶ διηπόρηται καὶ ἐπιλέλυται.